Book 19
55.7
μετὰ δὲ ταῦτα προσελθόντων αὐτῷ τῶν Χαλδαίων καὶ προλεγόντων ὡς, εἰ τὸν Σέλευκον ἐκ τῶν χειρῶν ἀφήσει, συμβήσεται τήν τʼ Ἀσίαν πᾶσαν ὑποχείριον γενέσθαι καὶ αὐτὸν Ἀντίγονον ἐν τῇ πρὸς ἐκεῖνον παρατάξει καταστρέψειν τὸν βίον, μεταμεληθεὶς τοῖς πεπραγμένοις ἐξέπεμψε τοὺς διώξοντας· οἳ μέχρι τινὸς ἐπακολουθήσαντες ἐπανῆλθον ἄπρακτοι.
55.8
ὁ δʼ Ἀντίγονος ἐν τοῖς ἄλλοις καταφρονεῖν εἰωθὼς τῶν τοιούτων προρρήσεων οὐ μετρίως ἐκινήθη τότε, καταπλαγεὶς τὸ ἀξίωμα τῶν ἀνδρῶν· μεγάλη γάρ τις ἐμπειρία περὶ τούτους εἶναι δοκεῖ καὶ παρατήρησις τῶν ἄστρων ἀκριβεστάτη. ἀποφαίνονται γὰρ πολλὰς μυριάδας ἐτῶν ὑπάρχειν ἐξ οὗ παρʼ αὐτοῖς ἐστιν ἡ περὶ ταῦτα σπουδή· δοκοῦσι δὲ καὶ Ἀλεξάνδρῳ προειπεῖν ὅτι παρελθὼν εἰς Βαβυλῶνα τελευτήσει.
55.9
ὁμοίως δὲ τῇ περὶ Ἀλεξάνδρου προρρήσει συνέβη καὶ τὴν περὶ Σελεύκου τελεσθῆναι κατὰ τὰς τῶν ἀνδρῶν τούτων ἀποφάσεις· περὶ ἧς τὰ κατὰ μέρος ἐροῦμεν, ὅταν ἐπὶ τοὺς οἰκείους χρόνους ἐπιβαλώμεθα.
56.1
ὁ δʼ οὖν Σέλευκος διασωθεὶς εἰς τὴν Αἴγυπτον φιλανθρωπίας τε πάσης ἐτύγχανε παρὰ Πτολεμαίῳ καὶ κατηγορίαν ἐποιεῖτο πικρὰν Ἀντιγόνου, λέγων ὅτι διέγνωκεν πάντας τοὺς ἐν ἀξιώμασιν ὄντας καὶ μάλιστα τοὺς Ἀλεξάνδρῳ συνεστρατευκότας ἐκβαλεῖν ἐκ τῶν σατραπειῶν καὶ τούτων ἀποδείξεις ἔφερε τήν τε Πίθωνος ἀναίρεσιν καὶ τὴν Πευκέστου τῆς Περσίδος ἀφαίρεσιν καὶ τὰ περὶ αὐτὸν συμβάντα·