Book 19
42.4
ἅμα δὲ τούτοις πραττομένοις Ἀντίγονος μὲν συνάψας μάχην τοῖς ἀντιτεταγμένοις καὶ μετὰ πλήθους ἱππέων ἐπιφανεὶς κατεπλήξατο Πευκέστην τὸν τῆς Περσίδος σατράπην, ὃς μετὰ τῶν περὶ ἑαυτὸν ἱππέων ἔξω τοῦ κονιορτοῦ διδοὺς ἑαυτὸν συνεπεσπάσατο καὶ τῶν ἄλλων εἰς χιλίους πεντακοσίους.
42.5
Εὐμενὴς δὲ μετʼ ὀλίγων ἀπολειφθεὶς ἐπʼ ἄκρου τοῦ κέρατος τὸ μὲν εἶξαι τῇ τύχῃ καὶ φυγεῖν αἰσχρὸν διέλαβεν, τὸ δὲ τηροῦντα τὴν δεδομένην ὑπὸ τῶν βασιλέων πίστιν γενναίᾳ προαιρέσει συναποθανεῖν προκρίνας ἐπʼ αὐτὸν ἐώσατο τὸν Ἀντίγονον.
42.6
γενομένης δʼ ἱππομαχίας καρτερᾶς καὶ τῶν μὲν μετʼ Εὐμενοῦς ταῖς προθυμίαις προεχόντων, τῶν δὲ μετʼ Ἀντιγόνου τῷ πλήθει περιγινομένων πολλοὶ παρʼ ἀμφοτέρων ἔπιπτον· ὅτε δὴ συνέβη καὶ τῶν ἐλεφάντων πρὸς ἀλλήλους ἀγωνιζομένων πεσεῖν τῶν Εὐμενοῦς τὸν προηγούμενον, συμπλακέντα τῷ κρατίστῳ τῶν ἀντιτεταγμένων.
42.7
διόπερ Εὐμενὴς ὁρῶν τοὺς μετʼ αὐτοῦ πανταχόθεν ἐλαττουμένους ἐξῆγεν ἐκ τῆς μάχης τοὺς ὑπολελειμμένους ἱππεῖς καὶ παρελθὼν ἐπὶ θάτερον κέρας ἀνελάμβανε τοὺς μετὰ Φιλίππου τεταγμένους, οἷς ἦν παρηγγελκὼς φυγομαχεῖν. ἡ μὲν οὖν τῶν ἱππέων μάχη τοιοῦτον ἔσχε τὸ τέλος.