Book 19
17.3
Θηβαῖοι δὲ στρατεύσαντες ἐπὶ τοὺς Ὠρωπίους καὶ κυριεύσαντες τῆς πόλεως, μετῴκισαν ἀπὸ τῆς θαλάττης αὐτοὺς ὡς ἑπτὰ σταδίους, καὶ χρόνους μέν τινας εἴασαν καθʼ αὑτοὺς πολιτεύεσθαι, μετὰ δὲ ταῦτα δόντες πολιτείαν τὴν χώραν Βοιωτίαν ἐποιήσαντο.