Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 19

1.10 ἐν μὲν οὖν ταῖς προειρημέναις ὀκτωκαίδεκα βίβλοις ἀνεγράψαμεν τὰς ἀπὸ τῶν ἀρχαιοτάτων χρόνων πράξεις τὰς γεγενημένας ἐν τοῖς γνωριζομένοις μέρεσι τῆς οἰκουμένης, ἐφʼ ὅσον ἡμῖν δύναμις, ἄχρι πρὸς τὸν ἐνιαυτὸν τὸν πρὸ τῆς Ἀγαθοκλέους τυραννίδος, εἰς ὃν ἀπὸ Τροίας ἁλώσεως ἔτη συνάγεται ὀκτακόσια ἑξήκοντα ἕξ· ἐν δὲ ταύτῃ τὴν ἀρχὴν ἀπὸ τῆς δυναστείας ταύτης ποιησάμενοι καταλήξομεν εἰς τὴν ἐφʼ Ἱμέρᾳ μάχην Ἀγαθοκλεῖ πρὸς Καρχηδονίους, περιλαβόντες ἔτη ἑπτά.
2.1 ἐπʼ ἄρχοντος γὰρ Ἀθήνησι Δημογένους Ῥωμαῖοι μὲν κατέστησαν ὑπάτους Λεύκιον Πλώτιον καὶ Μάνιον Φούλβιον, Ἀγαθοκλῆς δʼ ὁ Συρακόσιος τύραννος ἐγένετο τῆς πόλεως. ἕνεκα δὲ τοῦ σαφεστέρας γενέσθαι τὰς κατὰ μέρος πράξεις βραχέα προαναληψόμεθα περὶ τοῦ προειρημένου δυνάστου.
2.2 Καρκῖνος ὁ Ῥηγῖνος φυγὰς γενόμενος ἐκ τῆς πατρίδος κατῴκησεν ἐν Θέρμοις τῆς Σικελίας, τεταγμένης τῆς πόλεως ταύτης ὑπὸ Καρχηδονίους. ἐμπλακεὶς δὲ τῶν ἐγχωρίων τινὶ γυναικὶ καὶ ποιήσας αὐτὴν ἔγκυον συνεχῶς κατὰ τοὺς ὕπνους ἐταράττετο.
2.3 διόπερ ἀγωνιῶν ὑπὲρ τῆς παιδοποιίας ἔδωκεν ἐντολὰς Καρχηδονίοις τισὶ θεωροῖς ἀναγομένοις εἰς Δελφοὺς ἐπερωτῆσαι τὸν θεὸν περὶ τοῦ γεννηθησομένου βρέφους. ὧν ἐπιμελῶς τὸ παρακληθὲν πραξάντων ἐξέπεσε χρησμὸς ὅτι μεγάλων ἀτυχημάτων ὁ γεννηθεὶς αἴτιος ἔσται Καρχηδονίοις καὶ πάσῃ Σικελίᾳ.
2.4 ἃ δὴ πυθόμενος καὶ φοβηθεὶς ἐξέθηκε τὸ παιδίον δημοσίᾳ καὶ τοὺς τηρήσοντας ἵνα τελευτήσῃ παρακατέστησεν. διελθουσῶν δέ τινων ἡμερῶν τὸ μὲν οὐκ ἀπέθνησκεν, οἱ τεταγμένοι δʼ ἐπὶ τῆς φυλακῆς ὠλιγώρουν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme