Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 19

 
παραδόξως δὲ πάλιν αὐτῶν κατακλεισθέντων Δόκιμος μὲν κατάβασίν τινα κατανοήσας ἀφύλακτον διεπρεσβεύσατο πρὸς τὴν Ἀντιγόνου γυναῖκα Στρατονίκην, οὖσαν πλησίον τῶν τόπων, καὶ δεύτερος διὰ ταύτης ἐκπηδήσας αὐτὸς μὲν οὐκ ἔτυχε πίστεως, ἀλλʼ εἰς φυλακὴν παρεδόθη, ὁ δὲ συγκαταβὰς αὐτῷ καθηγησάμενος τοῖς πολεμίοις ἀνήγαγεν εἰς τὸ χωρίον οὐκ ὀλίγους καὶ κατελάβετο μίαν τῶν ὀρθίων πετρῶν.
 
οἱ δὲ περὶ τὸν Ἄτταλον πολὺ λειπόμενοι τοῖς πλήθεσι διὰ τὰς ἀρετὰς ἀντείχοντο καὶ καθʼ ἡμέραν ἀγωνιζόμενοι διεκαρτέρουν· πολιορκηθέντες δὲ ἐνιαυτὸν καὶ μῆνας τέσσαρας ἥλωσαν κατὰ κράτος.
 
ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Δημοκλείδου Ῥωμαῖοι μὲν ὑπάτους κατέστησαν Γάιον Ἰούνιον καὶ Κόιντον Αἰμίλιον, ὀλυμπιὰς δʼ ὑπῆρχεν ἕκτη πρὸς ταῖς ἑκατὸν καὶ δέκα, καθʼ ἣν ἐνίκα στάδιον Δεινομένης Λάκων.
 
περὶ δὲ τούτους τοὺς καιροὺς Ἀντίγονος μὲν ἐκ τῆς Μεσοποταμίας ἀναζεύξας ἧκεν εἰς τὴν Βαβυλωνίαν κἀκεῖ συνέθετο κοινοπραγίαν Σελεύκῳ καὶ Πίθωνι· προσλαβόμενος δὲ καὶ παρὰ τούτων στρατιώτας ἔζευξε πλοίοις τὸν Τίγριν ποταμὸν καὶ περαιώσας τὰς δυνάμεις ὥρμησεν ἐπὶ τοὺς πολεμίους.
 
οἱ δὲ περὶ τὸν Εὐμενῆ πυθόμενοι τὰ πεπραγμένα Ξενοφίλῳ μὲν τῷ τὴν ἐν Σούσοις ἄκραν φυλάττοντι ἐκέλευσαν μήτε τῶν χρημάτων Ἀντιγόνῳ δοῦναί τι μήτʼ εἰς λόγους ἔρχεσθαι, αὐτοὶ δὲ τὰς δυνάμεις ἀναλαβόντες ὥρμησαν ἐπὶ τὸν Τίγριν ποταμόν, ἀπέχοντα Σούσων ὁδὸν ἡμέρας, ᾗ τῆς ὀρεινῆς ἐκρεῖ τῆς ὑπὸ τῶν αὐτονόμων κατεχομένης, οὓς Οὐξίους προσαγορεύουσι, πλάτος μὲν κατὰ πολλοὺς μὲν τόπους τριῶν σταδίων, ἔστι δὲ ὅτε καὶ τεσσάρων, βάθος δὲ κατὰ μέσον τὸ ῥεῦμα πρὸς τὰ μεγέθη τῶν ἐλεφάντων, καὶ φερόμενος μὲν ἀπὸ τῆς ὀρεινῆς ἐπὶ σταδίους ἑπτακοσίους εἰς τὴν Ἐρυθρὰν ἐξερεύγεται θάλασσαν, ἔχει δὲ καὶ θαλάσσιον ἰχθὺν πολὺν καὶ θηρία τῶν πελαγίων, ἃ φαίνεται μάλιστα περὶ κυνὸς ἀνατολάς.
 
τοῦτον δὲ τὸν ποταμὸν προβαλόμενοι καὶ πᾶσαν τὴν παραποταμίαν ἀπὸ τῶν πηγῶν ἕως τῆς θαλάσσης φυλακαῖς διαλαβόντες ἀνέμενον τὴν τῶν πολεμίων ἔφοδον. προσδεομένης δὲ τῆς φυλακῆς διὰ τὸ μῆκος στρατιωτῶν οὐκ ὀλίγων οἱ περὶ τὸν Εὐμενῆ καὶ Ἀντιγένη ἠξίωσαν τὸν Πευκέστην ἐκ τῆς Περσίδος μεταπέμψασθαι τοξότας μυρίους.
 
ὁ δὲ τὸ μὲν πρῶτον οὐ προσεῖχεν αὐτοῖς, μεμψιμοιρῶν ἐπὶ τῷ μὴ τετευχέναι τῆς στρατηγίας, ὕστερον δὲ δοὺς αὑτῷ λόγον συνεχώρησεν ὅτι κρατήσαντος Ἀντιγόνου συμβήσεται καὶ τὴν σατραπείαν αὐτὸν ἀποβαλεῖν καὶ περὶ τοῦ σώματος κινδυνεῦσαι.
 
ἀγωνιῶν οὖν ὑπὲρ αὑτοῦ καὶ τῆς στρατηγίας μᾶλλον τεύξεσθαι νομίζων ὡς πλείστους ἔχων στρατιώτας προσήγαγεν, καθάπερ ἠξίουν, τοξότας μυρίους. ἀπέχοντες δʼ ἔνιοι τῶν Περσῶν ὁδὸν ἡμερῶν τριάκοντα τὸ παραγγελθὲν αὐθημερὸν ἤκουον διὰ τὸ φιλοτεχνηθὲν περὶ τὰς φυλακάς·
 
ὅπερ οὐ καλῶς ἔχει παραδραμεῖν. τῆς γὰρ Περσίδος οὔσης αὐλωνοειδοῦς καὶ σκοπὰς ἐχούσης ὑψηλὰς καὶ πυκνὰς ἐπὶ τούτων ἐφειστήκεισαν οἱ μέγιστον φθεγγόμενοι τῶν ἐγχωρίων· διῃρημένων γὰρ τῶν τόπων εἰς φωνῆς ἀκοὴν οἱ παραλαμβάνοντες τὸ παραγγελθὲν ὁμοίως ἑτέροις παρεδίδοσαν, εἶτʼ ἐκεῖνοι πάλιν ἄλλοις, ἕως εἰς τὸ τέρμα τῆς σατραπείας τὸ δοθὲν παραδοθῇ.
 
τῶν δὲ περὶ τὸν Εὐμενῆ καὶ Πευκέστην ταῦτα διοικούντων Ἀντίγονος, ἐπειδὴ προάγων μετὰ τῆς δυνάμεως ἧκεν εἰς Σοῦσα τὸ βασίλειον, Σέλευκον μὲν ἀπέδειξε τῆς χώρας σατράπην καὶ δοὺς αὐτῷ στρατιώτας προσέταξε πολιορκεῖν τὴν ἄκραν ἀπειθοῦντος δὲ Ξενοφίλου τοῦ θησαυροφύλακος, αὐτὸς δὲ μετὰ τῆς στρατιᾶς ἀνέζευξεν ἐπὶ τοὺς πολεμίους, οὔσης τῆς ὁδοῦ καυματώδους καὶ παντελῶς ἐπικινδύνου ξενικαῖς δυνάμεσι διελθεῖν. διὸ καὶ τὰς πορείας ἠναγκάζοντο νυκτὸς ποιεῖσθαι καὶ στρατοπεδεύεσθαι περὶ τὸν ποταμὸν πρὶν ἥλιον ἀνατέλλειν.
 
οὐ μὴν ἠδυνήθη γε κατὰ πάντα ἄθικτος γενέσθαι τῶν κατὰ τὴν χώραν κακῶν, ἀλλὰ καίπερ ἐνδεχομένως ἅπαντα πράξας συχνοὺς ἀπέβαλε τῶν στρατιωτῶν διὰ τὴν ὑπερβολὴν τοῦ καύματος, ἅτε καὶ τῆς ὥρας οὔσης περὶ κυνὸς ἀνατολάς.
 
ἐπεὶ δὲ παρεγενήθη πρὸς τὸν Κοπράτην ποταμόν, τὰ πρὸς τὴν διάβασιν παρεσκευάζετο. οὗτος δὲ ἔκ τινος ὀρεινῆς ῥέων ἐξέπιπτεν εἰς τὸν Πασιτίγριν, ὃς ἀπεῖχε τῆς Εὐμενοῦς στρατοπεδείας σταδίους ὀγδοήκοντα καὶ τὸ μὲν πλάτος εἶχεν ὡς ἂν τεσσάρων πλέθρων, ὀξὺς δὲ ὢν ἐν τῇ καταφορᾷ προσεδεῖτο πλοίων ἢ ζεύγματος.
 
καταλαβὼν δʼ ὀλίγα πλοῖα κοντωτὰ διεβίβασεν ἐν τούτοις τινὰς τῶν πεζῶν, προστάξας τάφρον ὀρύττειν καὶ χάρακα βαλομένους ὑποδέχεσθαι τὴν λοιπὴν δύναμιν. Εὐμενὴς δὲ πυθόμενος παρὰ τῶν κατασκόπων τὴν ἐπιβολὴν τῶν πολεμίων, διαβὰς τὸ ζεῦγμα τοῦ Τίγριδος μετὰ στρατιωτῶν μὲν πεζῶν τετρακισχιλίων, ἱππέων δὲ χιλίων τριακοσίων κατέλαβε διαβεβηκότας τῶν Ἀντιγόνου πεζοὺς μὲν πλείους τῶν τρισχιλίων, ἱππεῖς δὲ τετρακοσίους καὶ τῶν εἰωθότων σποράδην διαβαίνειν ἐπὶ τὰς προνομὰς οὐκ ἐλάττους ἑξακισχιλίων.
 
ἄφνω δὲ προσπεσὼν τεθορυβημένοις τοὺς μὲν ἄλλους εὐθὺς ἐτρέψατο, τῶν δὲ Μακεδόνων τοὺς ὑποστάντας τῇ βίᾳ καὶ τῷ πλήθει κατισχύσας φυγεῖν εἰς τὸν ποταμὸν πάντας κατηνάγκασε.
 
πάντων δὲ ὁρμησάντων ἐπὶ τὰ πλοῖα ταῦτα μὲν ὑπὸ τοῦ πλήθους τῶν ἐπιβάντων κατεποντίσθη, τῶν δὲ διανήχεσθαι τολμησάντων οἱ πλεῖστοι μὲν ὑπὸ τοῦ ῥεύματος παρενεχθέντες διεφθάρησαν, ὀλίγοι δὲ διεσώθησαν.
 
οἱ δὲ ἄπειροι τοῦ κολυμβᾶν ὄντες τὴν αἰχμαλωσίαν τῆς ἐν τῷ ποταμῷ τελευτῆς προκρίναντες ἥλωσαν, εἰς τετρακισχιλίους ὄντες. Ἀντίγονος δὲ θεωρῶν τοσοῦτο πλῆθος ἀπολλύμενον βοηθῆσαι μὲν οὐκ ἴσχυσε διὰ
 
τὴν τῶν πλοίων σπάνιν, ἀδύνατον δὲ εἶναι νομίζων τὴν διάβασιν ἀνέζευξεν ἐπὶ πόλεως Βαδάκης, ἣ κεῖται παρὰ τὸν Εὔλαιον ποταμόν. οὔσης δὲ τῆς ὁδοιπορίας ἐμπύρου διὰ τὸ μέγεθος τῶν καυμάτων διεφθάρη τε πολλὰ σώματα καὶ τὸ στρατόπεδον εἰς ἀθυμίαν ἐνέπεσεν.
 
οὐ μὴν ἀλλʼ ἐν τῇ προειρημένῃ πόλει μείνας ἡμέρας τινὰς καὶ τὸ στρατόπεδον ἐκ τῆς κακοπαθείας ἀναλαβὼν ἔκρινε συμφέρειν ἀναζευγνύειν εἰς Ἐκβάτανα τῆς Μηδικῆς κἀκεῖθεν ὁρμώμενος κατακτᾶσθαι τὰς ἄνω σατραπείας. οὐσῶν δʼ ὁδῶν δύο τῶν φερουσῶν εἰς Μηδίαν ἑκατέρᾳ προσῆν τι δυσχερές· ἡ μὲν γὰρ ἐπὶ Κόλωνος ὑπῆρχε καλὴ καὶ βασιλική, καυματώδης δὲ καὶ μακρά, παρεκτείνουσα σχεδὸν ἐφʼ ἡμέρας τεσσαράκοντα, ἡ δὲ διὰ τῶν Κοσσαίων ἐθνῶν χαλεπὴ μὲν καὶ στενὴ καὶ παράκρημνος καὶ διὰ πολεμίας, ἔτι δὲ τῶν ἀναγκαίων σπανίζουσα, σύντομος δὲ καὶ κατεψυγμένη.
 
οὐ ῥᾴδιον δʼ ἐστὶ ταύτην παρελθεῖν στρατόπεδον ἄνευ τοῦ πεῖσαι τοὺς τὴν ὀρεινὴν οἰκοῦντας βαρβάρους· αὐτόνομοι γὰρ ὄντες ἐκ παλαιῶν χρόνων κατοικοῦσιν ἐν σπηλαίοις, προσφέρονται δὲ βαλάνους καὶ μύκητας, ἔτι δὲ τεταριχευμένα κρέα τῶν ἀγρίων ζῴων.
 
τούτους Ἀντίγονος πεῖσαι μὲν ἢ δωροδοκεῖν ἀγεννὲς ἡγεῖτο, τηλικαύτης αὐτῷ δυνάμεως συνακολουθούσης, προχειρισάμενος δὲ τῶν πελταστῶν τοὺς ἐπισημοτάτους καὶ τοὺς τοξότας καὶ τοὺς σφενδονήτας καὶ τοὺς ἄλλους ψιλοὺς εἰς δύο μέρη διελόμενος τοὺς μὲν Νεάρχῳ παρέδωκε, προστάξας προάγειν καὶ τὰ στενὰ καὶ τὰς δυσχωρίας προκαταλαμβάνεσθαι, τοὺς δὲ ἄλλους παρʼ ὅλην τὴν ὁδὸν τάξας αὐτὸς μὲν μετὰ τῆς φάλαγγος προῆγεν, ἐπὶ δὲ τῆς οὐραγίας ἔταξε Πίθωνα.
 
οἱ μὲν οὖν μετὰ Νεάρχου προαποσταλέντες ὀλίγας μὲν σκοπὰς προκατελάβοντο, τῶν δὲ πολλῶν καὶ μάλιστα ἀναγκαίων τόπων ὑστερήσαντες συχνοὺς ἀπέβαλον καὶ μόλις διεξέπεσαν ἐπικειμένων τῶν βαρβάρων.
 
οἱ δὲ περὶ τὸν Ἀντίγονον ἐπειδή ποθʼ ἧκον ἐπὶ τὰς δυσχωρίας, ἀβοηθήτοις κινδύνοις περιέπιπτον. οἱ γὰρ ἐγχώριοι τῶν τόπων ἔμπειροι καθεστῶτες καὶ τοὺς κρημνοὺς προκατειληφότες ἐπεκύλιον τοῖς ὁδοιποροῦσι πέτρας συνεχεῖς καὶ μεγάλας· ἅμα δὲ καὶ τοῖς τόξοις πυκνοῖς χρώμενοι κατετίτρωσκον τοὺς μήτε ἀμύνασθαι μήτʼ ἐκκλῖναι τὰ βέλη δυναμένους διὰ τὴν δυσχωρίαν τῶν τόπων.
 
κρημνώδους δʼ οὔσης καὶ δυσβάτου τῆς ὁδοῦ συνέβαινε τούς τε ἐλέφαντας καὶ τοὺς ἱππεῖς, ἔτι δὲ τοὺς ἐν τοῖς βαρέσιν ὅπλοις κινδυνεύειν ἅμα καὶ πονεῖν, ἀδυνατοῦντας ἑαυτοῖς βοηθῆσαι.
 
εἰς τοιαύτην δʼ ἀμηχανίαν συγκλεισθεὶς Ἀντίγονος μετεμέλετο μὲν ἐπὶ τῷ μὴ πεισθῆναι τοῖς περὶ Πίθωνα, συμβουλεύουσι χρημάτων πρίασθαι τὴν πάροδον· οὐ μὴν ἀλλὰ πολλοὺς ἀποβαλὼν καὶ τοῖς ὅλοις κινδυνεύσας διεσώθη μόγις ἐνναταῖος εἰς τὴν οἰκουμένην τῆς Μηδίας.
 
τὸ δὲ στρατόπεδον διὰ τὴν συνέχειαν τῶν κακῶν καὶ τὴν ὑπερβολὴν τῆς κακοπαθίας ἐν αἰτίαις εἶχε τὸν Ἀντίγονον, ὥστε φωνὰς προΐεσθαι δυσχερεῖς· ἐν ἡμέραις γὰρ τεσσαράκοντα τρισὶ μεγάλοις ἀτυχήμασι περιεπεπτώκεισαν. οὐ μὴν ἀλλὰ φιλανθρώπως ὁμιλήσας τοῖς στρατιώταις ὁ Ἀντίγονος καὶ κατασκευασάμενος δαψιλῆ χορηγίαν πάντων τῶν ἐπιτηδείων ἀνέλαβε τὴν δύναμιν ἐκ τῆς κακοπαθίας.
 
Πίθωνα δʼ ἐξαπέστειλε κελεύσας περιελθεῖν πᾶσαν τὴν Μηδίαν καὶ συνάγειν ὡς πλείστους ἱππεῖς τε καὶ πολεμιστὰς ἵππους, ἔτι δὲ ὑποζυγίων πλῆθος.
 
τῆς δὲ χώρας ταύτης ἀεὶ τετραπόδων γεμούσης ῥᾳδίως τὸ παραγγελθὲν συντελέσας ὁ Πίθων ἧκεν ἄγων ἱππεῖς μὲν δισχιλίους, ἵππους δὲ σὺν ταῖς κατασκευαῖς πλείους χιλίων, τῶν δʼ ὑποζυγίων τοσοῦτον ἀριθμὸν ὥστε δύνασθαι καθοπλίσαι πᾶν τὸ στρατόπεδον, καὶ προσέτι τάλαντα πεντακόσια τῶν βασιλικῶν χρημάτων.
 
ὁ δʼ Ἀντίγονος τοὺς μὲν ἱππεῖς εἰς τάξεις κατέστησε, τοὺς δʼ ἵππους τοῖς ἀπολωλεκόσι διαδοὺς καὶ τὸ πλῆθος τῶν ὑποζυγίων διαχαρισάμενος ἀνεκτήσατο τὴν παρὰ τῶν στρατιωτῶν εὔνοιαν.
 
οἱ δὲ περὶ τὸν Εὐμενῆ σατράπαι καὶ στρατηγοὶ πυθόμενοι τοὺς πολεμίους ἐν τῇ Μηδίᾳ στρατοπεδεύειν, διέστησαν πρὸς ἀλλήλους. Εὐμενὴς μὲν γὰρ καὶ Ἀντιγένης ὁ τῶν ἀργυρασπίδων ἡγούμενος καὶ πάντες οἱ τὴν ἀπὸ θαλάσσης ἀνάβασιν πεποιημένοι πάλιν ᾤοντο δεῖν ἐπὶ θάλατταν καταβαίνειν, οἱ δʼ ἐκ τῶν ἄνω σατραπειῶν καταβεβηκότες ἀγωνιῶντες ὑπὲρ τῶν ἰδίων ἔφασαν δεῖν ἀντέχεσθαι τῶν ἄνω τόπων.
 
αὐξομένης δὲ τῆς διαφορᾶς Εὐμενὴς ὁρῶν ὅτι διαιρεθέντος τοῦ στρατοπέδου κατʼ ἰδίαν ἑκάτερον τῶν μερῶν οὐκ ἀξιόμαχόν ἐστι, συνεχώρησε τοῖς καταβεβηκόσι σατράπαις. ἀναζεύξαντες οὖν ἀπὸ τοῦ Πασιτίγριος προῆγον τῆς Περσίδος εἰς Περσέπολιν τὸ βασίλειον, οὔσης τῆς ὁδοιπορίας ἡμερῶν εἴκοσι καὶ τεσσάρων, ἧς ἦν ἡ πρώτη μὲν ἕως τῆς καλουμένης Κλίμακος κοίλη, καυματώδης δὲ καὶ σπανίζουσα τῶν ἐπιτηδείων, ἡ λοιπὴ δὲ μετέωρος καὶ τὸν ἀέρα παντελῶς ὑγιεινὸν ἔχουσα καὶ πλήρης τῶν ἐπετείων καρπῶν·
 
αὐλῶνάς τε γὰρ εἶχε πυκνοὺς καὶ συσκίους καὶ παραδείσων φυτείας ποικίλας, ἔτι δὲ παντοδαπῶν δένδρων φυσικὰς συναγκίας καὶ ῥύσεις ὑδάτων, ὥστε τοὺς ὁδοιποροῦντας μετὰ πολλῆς τέρψεως ἐνδιατρίβειν τόποις ἡδίστοις πρὸς ἀνάπαυσιν. ἦν δὲ καὶ λείας παντοδαπῆς πλῆθος, ἣν μεταπεμπόμενος Πευκέστης παρὰ τῶν ἐγχωρίων διεδίδου δαψιλῆ τοῖς στρατιώταις, ἐκκαλούμενος αὐτῶν τὴν εὔνοιαν.
 
κατοικοῦσι δὲ ταύτην τὴν χώραν τῶν Περσῶν οἱ μαχιμώτατοι, πάντες ὄντες τοξόται καὶ σφενδονῆται, πολυανθρωπίᾳ τε πολὺ διαφέρειν συμβαίνει τὴν χώραν ταύτην τῶν ἄλλων σατραπειῶν.
 
ὡς δέ ποθʼ ἧκον εἰς Περσέπολιν τὸ βασίλειον, Πευκέστης μὲν, ὢν ταύτης τῆς χώρας στρατηγός, θυσίαν ἐπετέλεσε μεγαλοπρεπῆ τοῖς θεοῖς καὶ Ἀλεξάνδρῳ καὶ Φιλίππῳ, μεταπεμψάμενος δὲ ἐξ ὅλης σχεδὸν τῆς Περσίδος ἱερείων καὶ τῶν ἄλλων τῶν εἰς εὐωχίαν καὶ πανήγυριν χρησίμων πλῆθος εἱστίασε τὴν δύναμιν.
 
ἐπλήρωσε δὲ τῆς τῶν πανηγυριζόντων θυσίας κύκλους τέσσαρας ἐντὸς ἀλλήλων ὄντας καὶ περιεχομένους ὑφʼ ἑνὸς τοῦ μεγίστου· εἶναι δὲ συνέβαινε τοῦ μὲν ἐκτὸς τὴν περίμετρον δέκα σταδίων, ἣν ἀνεπλήρουν οἵ τε μισθοφόροι καὶ συμμάχων τὸ πλῆθος, τοῦ δὲ δευτέρου σταδίων ὀκτώ, καθʼ ὃν ὑπῆρχον οἵ τε ἀργυράσπιδες Μακεδόνες καὶ τῶν ἑταίρων οἱ μετʼ Ἀλεξάνδρου στρατεύσαντες, τοῦ δʼ ἑξῆς τὴν μὲν περιφέρειαν σταδίων τεσσάρων, τὸν δὲ τόπον ἀναπληροῦσθαι κατακειμένων τῶν τε δευτέρων ἡγεμόνων καὶ τῶν ἔξω τάξεως καὶ φίλων καὶ στρατηγῶν καὶ τῶν ἱππέων· τοῦ δʼ ἐπὶ πᾶσιν, ὄντος δυεῖν σταδίων, διειλήφεισαν τὰς κλισίας οἵ τε στρατηγοὶ καὶ οἱ τὰς ἱππαρχίας ἔχοντες, ἔτι δὲ τῶν Περσῶν οἱ μάλιστα τιμώμενοι.
 
ἐν μέσῳ δὲ τούτων ὑπῆρχον βωμοὶ θεῶν καὶ Ἀλεξάνδρου καὶ Φιλίππου. καὶ τὰς μὲν κλισίας συνέβαινεν ἐκ φυλλάδος κατεσκευάσθαι, κεκαλυμμένας αὐλαίαις καὶ παντοδαποῖς περιστρώμασι, χορηγούσης τῆς Περσίδος δαψιλῆ πάντα τὰ πρὸς τρυφὴν καὶ ἀπόλαυσιν, διεστηκέναι δὲ τοὺς κύκλους ἀπʼ ἀλλήλων ἐπὶ τοσοῦτον ὥστε μηδὲν μὲν παρενοχλεῖσθαι τοὺς ἑστιωμένους,
 
πλησίον δʼ εἶναι πάσας τὰς παρασκευάς. πάντων δὲ κατὰ τρόπον ὑπηρετουμένων ἐπεσημαίνετο τὸ πλῆθος τὴν τοῦ Πευκέστου προθυμίαν καὶ φανερὸς ἦν ἐπιδεδωκὼς πολὺ πρὸς εὔνοιαν. ἃ δὴ θεωρῶν Εὐμενὴς καὶ συλλογιζόμενος τὸν Πευκέστην πολιτεύεσθαι πρὸς τὸ πλῆθος τῆς στρατηγίας ὀρεγόμενον, ἐπλάσατο ψευδεῖς ἐπιστολάς, διὰ δὲ τούτων τούς τε στρατιώτας εὐθαρσεῖς πρὸς τὰς μάχας κατεσκεύασεν καὶ τοῦ Πευκέστου τὸν ὄγκον καὶ τὸ πρόσχημα ταπεινώσας ἑαυτὸν εἰς ὕψος ἤγαγε καὶ προσδοκίαν ἐλπίδων ἀγαθῶν παρὰ τοῖς πλήθεσιν.
 
ἦν δʼ ὁ νοῦς τῶν γεγραμμένων ὅτι τὸ μὲν Ἀλεξάνδρου παιδίον Ὀλυμπιὰς παραλαβοῦσα κεκόμισται καὶ τὴν Μακεδονίας βασιλείαν κυρίως, ἀναιρεθέντος Κασάνδρου, Πολυπέρχων δὲ διαβέβηκεν εἰς Ἀσίαν πρὸς Ἀντίγονον ἔχων τῆς βασιλικῆς δυνάμεως τὴν κρατίστην καὶ τοὺς ἐλέφαντας, ἔστι δὲ προσάγων ἤδη περὶ Καππαδοκίαν.
 
ἡ δʼ ἐπιστολὴ Συρίοις γεγραμμένη γράμμασιν ἀπέσταλτο παρὰ Ὀρόντου τοῦ σατραπείαν μὲν ἔχοντος Ἀρμενίας, φίλου δὲ ὄντος Πευκέστῃ. πιστευθείσης δὲ τῆς ἐπιστολῆς διὰ τὴν συνήθειαν τὴν προϋπάρχουσαν τοῖς σατράπαις ὁ μὲν Εὐμενὴς ἐκέλευσε περιενεγκεῖν καὶ δεῖξαι τοῖς τε ἡγεμόσι καὶ τῶν ἄλλων στρατιωτῶν τοῖς πλείστοις, τὸ δὲ στρατόπεδον ἅπαν μετετέθη ταῖς διανοίαις καὶ πάντες ἀπέβλεπον πρὸς τὰς Εὐμενοῦς ἐλπίδας, ὡς τούτου δυνησομένου καὶ προάγειν διὰ τῶν βασιλέων οὓς ἂν βούληται καὶ δίκας λαβεῖν παρὰ τῶν ἀδικούντων.
 
μετὰ δὲ τὴν εὐωχίαν Εὐμενὴς βουλόμενος καταπλήξασθαι τοὺς ἀπειθοῦντας ἢ στρατηγίας ὀρεγομένους παρήγαγεν εἰς κρίσιν Σιβύρτιον, ὃς ἦν τῆς μὲν Ἀραχωσίας σατράπης, Πευκέστου δὲ μάλιστα φίλος, ἔλαθε δὲ αὐτὸν τῶν ἱππέων τινὰς ἀποστείλας εἰς Ἀραχώτας· καὶ τὰς ἀποσκευὰς κελεύσας παρελέσθαι εἰς τηλικούτους περιέστησε κινδύνους ὥστε, εἰ μὴ λαθὼν διέδρα,
 
θανάτῳ περιέπεσεν ἂν ὑπὸ τοῦ πλήθους. τούτῳ δὲ τῷ τρόπῳ τοὺς μὲν ἄλλους καταπληξάμενος, ἑαυτῷ δʼ ὄγκον καὶ πρόσχημα μέγα περιποιήσας μετεβάλετο πάλιν καὶ τὸν Πευκέστην λόγοις φιλανθρώποις καὶ μεγάλαις ἐπαγγελίαις προσαγαγόμενος εὔνουν ἐαυτῷ καὶ πρόθυμον κατεσκεύασεν εἰς τὸ τοῖς βασιλεῦσι συναγωνίζεσθαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme