Book 19
ἅμα δὲ τούτοις πραττομένοις Κροτωνιᾶται πρὸς μὲν Βρεττίους διελύσαντο, πρὸς δὲ τοὺς ἐκπεπτωκότας τῶν πολιτῶν ὑπὸ τῆς δημοκρατίας διὰ τὴν πρὸς Ἡρακλείδην καὶ Σωσίστρατον κοινωνίαν, περὶ ἧς ἐν τῇ προτέρᾳ βύβλῳ τὰ κατὰ μέρος διήλθομεν, δεύτερον ἔτος ἤδη πολεμοῦντες Πάρωνα καὶ Μενέδημον, ἄνδρας ἐπιφανεῖς, στρατηγοὺς ἐχειροτόνησαν.
οἱ δὲ φυγάδες ἐκ Θουρίων ὁρμήσαντες καὶ προσλαβόντες μισθοφόρους τριακοσίους ἐπεχείρησαν μὲν νυκτὸς παρεισπίπτειν εἰς τὴν πατρίδα, ἀποκρουσθέντες δʼ ὑπὸ τῶν Κροτωνιατῶν κατεστρατοπέδευσαν ἐπὶ τῶν μεθορίων τῆς Βρεττίων χώρας, μετʼ ὀλίγον δὲ τῆς πολιτικῆς δυνάμεως ἐπελθούσης πολλαπλασίου πάντες μαχόμενοι κατεσφάγησαν. ἡμεῖς δʼ ἐπεὶ τὰ περὶ Σικελίαν καὶ τὴν Ἰταλίαν διεληλύθαμεν, διαβιβάσομεν τὸν λόγον ἐπὶ τὰ λοιπὰ μέρη τῆς Εὐρώπης.
κατὰ γὰρ τὴν Μακεδονίαν Εὐρυδίκη τῆς βασιλείας προεστηκυῖα καὶ πυνθανομένη τὴν Ὀλυμπιάδα παρασκευάζεσθαι πρὸς τὴν κάθοδον πρὸς μὲν Κάσανδρον εἰς Πελοπόννησον ἀπέστειλε βιβλιαφόρον, ἀξιοῦσα βοηθεῖν τὴν ταχίστην, τῶν δὲ Μακεδόνων τοὺς πρακτικωτάτους ἀνακαλουμένη δωρεαῖς καὶ μεγάλαις ἐπαγγελίαις ἰδίους ταῖς εὐνοίαις κατεσκεύαζε.
Πολυπέρχων δὲ δύναμιν ἤθροισε προσλαβόμενος Αἰακίδην τὸν Ἠπειρώτην καὶ κατήγαγεν Ὀλυμπιάδα μετὰ τοῦ Ἀλεξάνδρου παιδὸς ἐπὶ τὴν βασιλείαν. ἀκούων οὖν Εὐρυδίκην ἐν Εὐίοις τῆς Μακεδονίας οὖσαν μετὰ τῆς δυνάμεως ὥρμησεν ἐπʼ αὐτήν, σπεύδων μιᾷ μάχῃ κρῖναι τὰ πράγματα. ἀντιταχθέντων δὲ ἀλλήλοις τῶν στρατοπέδων οἱ Μακεδόνες ἐντραπέντες τὸ τῆς Ὀλυμπιάδος ἀξίωμα καὶ τῶν εὐεργεσιῶν ἀναμιμνησκόμενοι τῶν Ἀλεξάνδρου μετεβάλοντο.
Φίλιππος μὲν οὖν ὁ βασιλεὺς εὐθὺς ἥλω μετὰ τῆς θεραπείας, ἡ δʼ Εὐρυδίκη μετὰ Πολυκλέους, ἑνὸς τῶν συμβούλων, εἰς Ἀμφίπολιν ἀποχωροῦσα συνελήφθη.
τοῦτον δὲ τὸν τρόπον Ὀλυμπιὰς τῶν βασιλικῶν σωμάτων κυριεύσασα καὶ χωρὶς κινδύνων τὴν βασιλείαν παραλαβοῦσα τὴν εὐτυχίαν οὐκ ἤνεγκεν ἀνθρωπίνως, ἀλλὰ τήν τʼ Εὐρυδίκην καὶ τὸν ἄνδρα Φίλιππον τὸ μὲν πρῶτον εἰς φυλακὴν καταθεμένη κακουχεῖν ἐπεχείρησε· περιοικοδομήσασα γὰρ αὐτῶν ἐν βραχεῖ τόπῳ τὰ σώματα διὰ μιᾶς στενῆς ὑποδοχῆς ἐχορήγει τὰ ἀναγκαῖα·
ἐπὶ πολλὰς δʼ ἡμέρας παρανομήσασα τοὺς ἠτυχηκότας, ἐπειδὴ παρὰ τοῖς Μακεδόσιν ἠδόξει διὰ τὸν πρὸς τοὺς πάσχοντας ἔλεον, τὸν μὲν Φίλιππον προσέταξε Θρᾳξί τισιν ἐκκεντῆσαι, βασιλέα γεγενημένον ἓξ ἔτη καὶ μῆνας τέσσαρας, τὴν δʼ Εὐρυδίκην παρρησιαζομένην καὶ βοῶσαν αὐτῇ μᾶλλον προσήκειν ἤπερ Ὀλυμπιάδι τὴν βασιλείαν ἔκρινε μείζονος ἀξιῶσαι τιμωρίας.
εἰσέπεμψεν οὖν αὐτῇ ξίφος καὶ βρόχον καὶ κώνειον καὶ συνέταξε τούτων ᾧ βούλοιτο καταχρήσασθαι πρὸς τὸν θάνατον, οὔτε τὸ προγεγενημένον ἀξίωμα τῆς παρανομουμένης ἐντραπεῖσα τὸ παράπαν οὔτε τῆς κοινῆς τύχης εἰς οἶκτον ἐλθοῦσα.
τοιγαροῦν τῆς ὁμοίας μεταβολῆς τυχοῦσα τῆς ὠμότητος ἀξίαν ἔσχε τὴν τοῦ βίου καταστροφήν. Εὐρυδίκη μὲν γὰρ κατευξαμένη παρόντος τοῦ κομίσαντος τῶν ὁμοίων δωρεῶν Ὀλυμπιάδα τυχεῖν τὸν μὲν ἄνδρα περιέστειλεν, ἐπιμεληθεῖσα τῶν τραυμάτων ὥς ποθʼ ὁ καιρὸς συνεχώρει, ἑαυτὴν δʼ ἀνακρεμάσασα τῇ ζώνῃ κατέστρεψε τὸν βίον, οὔτε δακρύσασα τὴν αὑτῆς τύχην οὔτε τῷ μεγέθει τῶν συμπτωμάτων ταπεινωθεῖσα.
Ὀλυμπιὰς δὲ τούτων διαφθαρέντων ἀνεῖλε μὲν τὸν Νικάνορα τὸν ἀδελφὸν τοῦ Κασάνδρου, κατέστρεψε δὲ τὸν Ἰόλλου τάφον, μετερχομένη, καθάπερ ἔφησε, τὸν Ἀλεξάνδρου θάνατον, ἐπέλεξε δὲ καὶ τῶν Κασάνδρου φίλων τοὺς ἐπιφανεστάτους ἑκατὸν Μακεδόνας, οὓς ἅπαντας ἀπέσφαξεν.
ἐν τοιούτοις δὲ παρανομήμασι πληροῦσα τὸν ἑαυτῆς θυμὸν ταχὺ πολλοὺς τῶν Μακεδόνων ἐποίησε μισῆσαι τὴν ὠμότητα· πάντες γὰρ ἀνεμιμνήσκοντο τῶν Ἀντιπάτρου λόγων, ὃς καθάπερ χρησμῳδῶν ἐπὶ τῆς τελευτῆς παρεκελεύσατο μηδέποτε συγχωρῆσαι γυναικὶ τῆς βασιλείας προστατῆσαι. τὰ μὲν οὖν κατὰ Μακεδονίαν τοῦτον τὸν τρόπον διοικηθέντα πρόδηλον εἶχε τὴν ἐσομένην μεταβολήν.
κατὰ δὲ τὴν Ἀσίαν Εὐμενὴς μὲν ἔχων τοὺς ἀργυράσπιδας Μακεδόνας καὶ τὸν ἀφηγούμενον αὐτῶν Ἀντιγένην παρεχείμασε μὲν τῆς Βαβυλωνίας ἐν ταῖς ὀνομαζομέναις Καρῶν κώμαις, πρὸς δὲ Σέλευκον καὶ Πίθωνα πρέσβεις ἀπέστειλεν, ἀξιῶν βοηθεῖν τοῖς βασιλεῦσι καὶ μετʼ αὐτοῦ συναγωνίσασθαι πρὸς Ἀντίγονον.
τούτων δʼ ὁ μὲν Πίθων τῆς Μηδίας, ὁ δʼ ἕτερος τῆς Βαβυλωνίας σατράπης ἀπεδέδεικτο, καθʼ ὃν καιρὸν ἡ δευτέρα διαίρεσις ἐγενήθη τῶν σατραπειῶν ἐν Τριπαραδείσῳ. οἱ δὲ περὶ Σέλευκον τοῖς μὲν βασιλεῦσιν ἔφασαν βούλεσθαι παρέχεσθαι χρείας, Εὐμενεῖ μέντοι γε μηδέποθʼ ὑπομενεῖν ποιοῦντας τὸ προσταττόμενον, οὗ Μακεδόνες συνελθόντες κατέγνωσαν θάνατον. πολλὰ δὲ πρὸς ταύτην τὴν προαίρεσιν διαλεχθέντες συνεξέπεμψαν παρʼ αὑτῶν πρεσβευτὴν πρὸς Ἀντιγένην καὶ τοὺς ἀργυράσπιδας, ἀξιοῦντες ἀφιστάναι τῆς ἡγεμονίας Εὐμενῆ.
τῶν δὲ Μακεδόνων οὐ προσεχόντων τοῖς λόγοις Εὐμενὴς ἐπαινέσας αὐτῶν τὴν προθυμίαν ἀνέζευξε μετὰ τῆς δυνάμεως καὶ παραγενηθεὶς ἐπὶ τὸν Τίγριν ποταμὸν κατεστρατοπέδευσε, τῆς Βαβυλῶνος ἀπέχων σταδίους τριακοσίους. καὶ πρόθεσιν μὲν εἶχεν εἰς Σοῦσα ποιεῖσθαι τὴν πορείαν, διανοούμενος τὰς ἐκ τῶν ἄνω σατραπειῶν δυνάμεις μεταπέμπεσθαι καὶ τοῖς βασιλικοῖς θησαυροῖς χρήσασθαι πρὸς τὰς κατεπειγούσας χρείας.
ἠναγκάζετο δὲ τὸν ποταμὸν διαβαίνειν διὰ τὸ τὴν μὲν κατόπιν χώραν προνενομεῦσθαι, τὴν δὲ πέραν ἀκέραιον εἶναι καὶ δαψιλεῖς δύνασθαι παρέχεσθαι τροφὰς τῷ στρατοπέδῳ.
συναγαγόντος οὖν αὐτοῦ πλοῖα πανταχόθεν πρὸς τὴν διάβασιν οἱ περὶ Σέλευκον καὶ Πίθωνα κατέπλευσαν δυσὶ μὲν τριήρεσι, κοντωτοῖς δὲ πλείοσιν· ἔτι γὰρ τὰ σκάφη ταῦτα περιῆν ἐκ τῶν ὑπʼ Ἀλεξάνδρου ναυπηγηθέντων περὶ Βαβυλῶνα.
ταῦτα δὲ προσαγαγόντες πρὸς τὴν ἔκβασιν πάλιν ἐπεχείρουν τοὺς Μακεδόνας πείθειν ἀποστῆσαι τὸν Εὐμενῆ τῆς στρατηγίας καὶ μὴ προάγειν καθʼ αὑτῶν ἄνδρα ξένον καὶ πλείστους Μακεδόνας ἀνῃρηκότα.
οὐδενὶ δὲ τρόπῳ τῶν περὶ τὸν Ἀντιγένη πειθομένων οἱ περὶ Σέλευκον προσπλεύσαντες πρός τινα διώρυγα παλαιὰν ἀνέρρηξαν τὴν ἀρχὴν αὐτῆς, ὑπὸ τοῦ χρόνου συγκεχωσμένην. περικλυσθείσης δὲ τῆς τῶν Μακεδόνων στρατοπεδείας καὶ πάντῃ τοῦ συνεχοῦς τόπου λιμνάσαντος ἐκινδύνευσεν ἅπαν ἀπολέσθαι τὸ στρατόπεδον ὑπὸ τῆς πλήμης.
ἐκείνην μὲν οὖν τὴν ἡμέραν ἔμειναν ἐφʼ ἡσυχίας, ἀπορούμενοι πῶς χρηστέον τοῖς πράγμασι· τῇ δʼ ὑστεραίᾳ παραστησάμενοι τὰ κοντωτὰ πλοῖα, περὶ τριακόσια τὸν ἀριθμὸν ὄντα, διεβίβασαν τὸ κράτιστον τῆς δυνάμεως οὐδενὸς παρενοχλοῦντος κατὰ τὴν ἔκβασιν· οἱ γὰρ περὶ Σέλευκον ἱππεῖς μόνον εἶχον καὶ τούτους πολὺ τοῖς ἀριθμοῖς λειπομένους τῶν ἐναντίων.
νυκτὸς δὲ ἤδη καταλαμβανούσης Εὐμενὴς μὲν ἀγωνιῶν ὑπὲρ τῆς ἀποσκευῆς πάλιν εἰς τοὐπίσω διεβίβασε τοὺς Μακεδόνας, εἰσηγησαμένου δέ τινος τῶν ἐγχωρίων ἐπεβάλετό τινα τόπον ἀνακαθαίρειν, διʼ οὑ ῥᾴδιον ἦν ἀποστρέψαι τὴν διώρυγα καὶ βάσιμον κατασκευάσαι τὴν πλησίον χώραν.
ἃ δὴ συνιδόντες οἱ περὶ Σέλευκον καὶ βουλόμενοι τὴν ταχίστην αὐτοὺς ἐκ τῆς ἰδίας σατραπείας ἀπαλλάξαι πρέσβεις ἀπέστειλαν ὑπὲρ ἀνοχῶν, συγχωρήσαντες τὴν διάβασιν. εὐθὺ δὲ καὶ βυβλιαφόρους ἀπέστειλαν πρὸς Ἀντίγονον εἰς Μεσοποταμίαν, ἀξιοῦντες ἥκειν τὴν ταχίστην μετὰ τῆς δυνάμεως, πρὶν ἢ καταβῆναι τοὺς σατράπας μετὰ τῶν δυνάμεων.
Εὐμενὴς δὲ διαβὰς τὸν Τίγριν καὶ παραγενόμενος εἰς τὴν Σουσιανὴν εἰς τρία μέρη διεῖλε τὴν δύναμιν διὰ τὴν τοῦ σίτου σπάνιν. ἐπιπορευόμενος δὲ τὴν χώραν κατὰ μέρος σίτου μὲν παντελῶς ἐσπάνιζεν, ὄρυζαν δὲ καὶ σήσαμον καὶ φοίνικα διέδωκε τοῖς στρατιώταις, δαψιλῶς ἐχούσης τῆς χώρας τοὺς τοιούτους καρπούς.
πρὸς δὲ τοὺς ἐν ταῖς ἄνω σατραπείαις ἡγεμόνας ἦν μὲν καὶ πρότερον ἀπεσταλκὼς τὰς παρὰ τῶν βασιλέων ἐπιστολάς, ἐν αἷς ἦν γεγραμμένον πάντα πειθαρχεῖν Εὐμενεῖ, καὶ τότε δὲ βυβλιαφόρους ἀπέστειλεν, ἀξιῶν ἀπαντᾶν εἰς τὴν Σουσιανὴν ἅπαντας μετὰ τῶν ἰδίων δυνάμεων, καθʼ ὃν δὴ χρόνον συνέβη κἀκείνους ἠθροικέναι τὰ στρατόπεδα καὶ συνδεδραμηκέναι πρὸς ἀλλήλους διʼ ἑτέρας αἰτίας, ὑπὲρ ὧν ἀναγκαῖον προειπεῖν.
Πίθων σατράπης μὲν ἀπεδέδεικτο Μηδίας, στρατηγὸς δὲ τῶν ἄνω σατραπειῶν ἁπασῶν γενόμενος Φιλώταν μὲν τὸν προϋπάρχοντα Παρθυαίας στρατηγὸν ἀπέκτεινε, τὸν δὲ αὑτοῦ ἀδελφὸν Εὔδαμον ἀντὶ τούτου κατέστησεν.
οὗ γενομένου συνέδραμον οἱ λοιποὶ σατράπαι πάντες, φοβηθέντες μὴ τὸ παραπλήσιον πάθωσιν, ὄντος τοῦ Πίθωνος κινητικοῦ καὶ μεγάλα ταῖς ἐπιβολαῖς περιβαλομένου. περιγενόμενοι δʼ αὐτοῦ μάχῃ καὶ πολλοὺς τῶν συναγωνισαμένων ἀνελόντες ἐξήλασαν ἐκ τῆς Παρθυαίας.
κἀκεῖνος τὸ μὲν πρῶτον ἀνεχώρησεν εἰς Μηδίαν, μετʼ ὀλίγον δʼ εἰς τὴν Βαβυλῶνα παραγενόμενος παρεκάλει τὸν Σέλευκον βοηθεῖν αὐτῷ καὶ κοινωνεῖν τῶν αὐτῶν ἐλπίδων.
διὰ δὴ ταύτας τὰς αἰτίας τῶν ἄνω σατραπῶν συνηθροικότων εἰς τὸ αὐτὸ τὰ στρατόπεδα παρῆσαν οἱ παρʼ Εὐμενοῦς βυβλιαφόροι πρὸς ἑτοίμας τὰς δυνάμεις. ἦν δὲ τῶν ἡγεμόνων ἐπιφανέστατος μὲν καὶ κοινῷ δόγματι πάντων τὴν στρατηγίαν παραλαβὼν Πευκέστης, γεγενημένος Ἀλεξάνδρου σωματοφύλαξ καὶ προηγμένος ὑπὸ τοῦ βασιλέως δι’ ἀνδρείαν.
σατραπείαν δʼ εἶχεν ἔτη πλείονα τῆς Περσίδος καὶ μεγάλης ἀποδοχῆς ἐτύγχανε παρὰ τοῖς ἐγχωρίοις. διʼ ἃς αἰτίας φασὶ καὶ τὸν Ἀλέξανδρον αὐτῷ μόνῳ Μακεδόνων συγχωρῆσαι Περσικὴν φορεῖν στολήν, χαρίζεσθαι βουλόμενον τοῖς Πέρσαις καὶ διὰ τούτου νομίζοντα κατὰ πάνθʼ ἕξειν τὸ ἔθνος ὑπήκοον. εἶχε δὲ τότε Πέρσας τοξότας μὲν καὶ σφενδονήτας μυρίους, τοὺς δὲ εἰς τὴν Μακεδονικὴν τάξιν καθωπλισμένους παντοδαποὺς τρισχιλίους, ἱππεῖς δʼ Ἕλληνας μὲν καὶ Θρᾷκας ἑξακοσίους, Πέρσας δὲ πλείους τῶν τετρακοσίων.
πολέμων δʼ ὁ Μακεδών, Καρμανίας σατράπης ἀποδεδειγμένος, εἶχε πεζοὺς μὲν χιλίους πεντακοσίους, ἱππεῖς δʼ ἑπτακοσίους. καὶ Σιβύρτιος μὲν τῆς Ἀραχωσίας ἡγούμενος παρείχετο πεζοὺς μὲν χιλίους, ἱππεῖς δὲ δέκα πρὸς τοῖς ἑξακοσίοις, Ἀνδρόβαζος δʼ ἐκ Παροπανισαδῶν, τοῦ Ὀξυάρτου κυριεύοντος τῆς σατραπείας, ἀπέσταλτο μετὰ πεζῶν μὲν χιλίων καὶ διακοσίων, ἱππέων δὲ τετρακοσίων.
Στάσανδρος δʼ ὁ τῆς Ἀρίας καὶ Δραγγινῆς σατράπης, προσειληφὼς καὶ τοὺς ἐκ τῆς Βακτριανῆς, εἶχε πεζοὺς μὲν χιλίους πεντακοσίους, ἱππεῖς δὲ χιλίους.
ἐκ δὲ τῆς Ἰνδικῆς Εὔδαμος παρεγένετο μεθʼ ἱππέων μὲν πεντακοσίων, πεζῶν δὲ τριακοσίων, ἐλεφάντων δὲ ἑκατὸν εἴκοσι· τὰ δὲ θηρία ταῦτα παρέλαβε μετὰ τὴν Ἀλεξάνδρου τελευτὴν δολοφονήσας Πῶρον τὸν βασιλέα. οἱ δὲ πάντες μετὰ τῶν σατραπῶν ἠθροίσθησαν πεζοὶ μὲν πλείους τῶν μυρίων ὀκτακισχιλίων ἑπτακοσίων, ἱππεῖς δὲ τετρακισχίλιοι ἑξακόσιοι.
ἐπεὶ δὲ παρεγενήθησαν εἰς τὴν Σουσιανὴν πρὸς τοὺς περὶ τὸν Εὐμενῆ, συνήγαγον ἐκκλησίαν κοινήν, ἐν ᾗ πολλὴν συνέβη γενέσθαι φιλοτιμίαν ὑπὲρ τῆς ἡγεμονίας. Πευκέστης μὲν γὰρ διά τε τὸ πλῆθος τῶν
συναγωνιζομένων καὶ τὴν παρʼ Ἀλεξάνδρου προαγωγὴν ἑαυτὸν ᾤετο δεῖν ἔχειν τὴν τῶν πάντων ἡγεμονίαν, Ἀντιγένης δὲ τῶν ἀργυρασπίδων Μακεδόνων στρατηγῶν ἔφη δεῖν δοθῆναι τὴν ἐξουσίαν τῆς αἱρέσεως τοῖς μετʼ αὐτοῦ Μακεδόσιν, συγκαταπεπολεμηκόσιν Ἀλεξάνδρῳ τὴν Ἀσίαν καὶ γεγονόσι διὰ τὰς ἀρετὰς ἀνικήτοις.
Εὐμενὴς δὲ φοβούμενος μὴ διὰ τὴν πρὸς ἀλλήλους στάσιν εὐχείρωτοι κατασταθῶσιν Ἀντιγόνῳ, συνεβούλευεν ἕνα μὲν μὴ καθιστᾶν ἡγεμόνα, πάντας δὲ τοὺς προκεκριμένους ὑπὸ τοῦ πλήθους σατράπας καὶ στρατηγοὺς εἰς τὴν βασιλικὴν αὐλὴν συνιόντας καθʼ ἡμέραν βουλεύεσθαι κοινῇ περὶ τῶν συμφερόντων·
ἕστατο γὰρ Ἀλεξάνδρῳ τετελευτηκότι σκηνὴ καὶ κατὰ ταύτην θρόνος, πρὸς ᾧ θύοντες εἰώθεισαν συνεδρεύειν περὶ τῶν κατεπειγόντων. πάντων δὲ διασημαινομένων τὸ ῥηθὲν ὡς συμφέρον εἰρημένον συνῆγε καθʼ ἡμέραν συνέδριον οἷόν τινος δημοκρατουμένης πόλεως.
μετὰ δὲ ταῦτα παρελθόντων αὐτῶν εἰς Σοῦσα παρὰ τῶν θησαυροφυλακούντων Εὐμενὴς ἔλαβε χρημάτων πλῆθος ὅσον ἦν ἱκανὸν εἰς τὰς χρείας· μόνῳ γὰρ τούτῳ διὰ τῶν ἐπιστολῶν οἱ βασιλεῖς συνετετάχεισαν διδόναι καθʼ ὅ, τι ἂν αὐτὸς προαιρῆται. μισθοδοτήσας δὲ τοὺς Μακεδόνας εἰς ἓξ μῆνας Εὐδάμῳ τῷ τοὺς ἐλέφαντας καταγαγόντι τοὺς ἐκ τῆς Ἰνδικῆς ἔδωκε διακόσια τάλαντα, τῷ μὲν λόγῳ πρὸς τὰς τῶν θηρίων δαπάνας, τῷ δʼ ἔργῳ διὰ τῆς δωρεᾶς ταύτης θεραπεύων τὸν ἄνδρα· ᾧ γὰρ ἂν τῶν στασιαζόντων οὗτος προσθοῖτο, μεγίστην ἐποιεῖτο ῥοπήν, καταπληκτικῆς οὔσης τῆς τῶν θηρίων χρείας. τῶν δʼ ἄλλων σατραπῶν ἕκαστος ἔτρεφε τοὺς ἐκ τῆς ὑφʼ ἑαυτὸν χώρας συνηκολου- θηκότας.
Εὐμενὴς μὲν οὖν ἐν τῇ Σουσιανῇ διατρίβων ἀνελάμβανε τὴν δύναμιν, Ἀντίγονος δὲ παραχειμάσας ἐν τῇ Μεσοποταμίᾳ τὸ μὲν πρῶτον διενοήθη τοὺς περὶ τὸν Εὐμενῆ διώκειν ἐκ ποδὸς πρὶν αὐξηθῆναι, ὡς δʼ ἤκουσε τοὺς σατράπας καὶ τὰς μετʼ αὐτῶν δυνάμεις συνεληλυθυίας τοῖς Μακεδόσιν, ἐπέσχε τὴν σπουδὴν καὶ τήν τε δύναμιν ἀνελάμβανε καὶ προσκατέγραφε στρατιώτας· ἑώρα γὰρ τὸν πόλεμον μεγάλων στρατοπέδων καὶ παρασκευῆς οὐ τῆς τυχούσης προσδεόμενον.
ἅμα δὲ τούτοις πραττομένοις Ἄτταλος καὶ Πολέμων καὶ Δόκιμος, ἔτι δὲ Ἀντίπατρος καὶ Φιλώτας, οἱ μετὰ τῆς Ἀλκέτου δυνάμεως ἁλόντες ἡγεμόνες, ἐφυλάττοντο μὲν ἔν τινι φρουρίῳ καθʼ ὑπερβολὴν ὀχυρῷ, ἀκούσαντες δὲ τοὺς περὶ τὸν Ἀντίγονον εἰς τὰς ἄνω σατραπείας ποιεῖσθαι τὴν πορείαν, νομίζοντες εὔθετον ἔχειν καιρόν, ἔπεισάν τινας τῶν τηρούντων αὐτοὺς λῦσαι, κυριεύσαντες δὲ ὅπλων ἐπέθεντο τῇ φυλακῇ περὶ μέσας νύκτας. αὐτοὶ μὲν οὖν ὀκτὼ τὸν ἀριθμὸν ὄντες, τηρούμενοι δὲ ὑπὸ στρατιωτῶν τετρακοσίων, διαφέροντες δὲ ταῖς τόλμαις καὶ ταῖς εὐχειρίαις διὰ τὴν μετʼ Ἀλεξάνδρου στρατείαν Ξενοπείθη μὲν τὸν φρούραρχον συναρπάσαντες ὑπὲρ τὸ τεῖχος ἔρριψαν, σταδιαῖον ἐχούσης τῆς πέτρας ὕψος, τῶν δʼ ἄλλων τοὺς μὲν κατασφάξαντες, τοὺς δὲ ἐκβαλόντες ἐνεπύρισαν τὰς οἰκίας.
τῶν δʼ ἔξωθεν καραδοκούντων προσελάβοντο τὸν ἀριθμὸν εἰς πεντήκοντα. τοὺ δὲ φρουρίου σίτου τε πλῆθος καὶ τῶν ἄλλων ἐπιτηδείων ἔχοντος ἐβουλεύοντο πότερον χρὴ μένειν καὶ χρῆσθαι τῇ τῶν τόπων ὀχυρότητι, καραδοκοῦντας τὴν παρʼ Εὐμενοῦς βοήθειαν, ἢ φυγόντας τὴν ταχίστην ἀλᾶσθαι κατὰ τὴν χώραν, καιροτηροῦντας τὰς μεταβολάς.
γιγνομένης δὲ πλείονος ἀντιλογίας Δόκιμος μὲν ἐκχωρεῖν συνεβούλευεν, οἱ δὲ περὶ τὸν Ἄτταλον οὐκ ἔφασαν δυνήσεσθαι κακοπαθεῖν διὰ τὴν ἐν τοῖς δεσμοῖς γενομένην κακουχίαν. τούτων δὲ πρὸς ἀλλήλους διισταμένων ἔφθασαν ἐκ τῶν σύνεγγυς φρουρίων συνδραμόντες στρατιῶται πεζοὶ μὲν πλείους τῶν πεντακοσίων, ἱππεῖς δὲ τετρακόσιοι, χωρὶς δὲ τούτων ἐκ τῶν ἐγχωρίων ἄλλοι παντοδαποὶ πλείους τῶν τρισχιλίων, οἳ στρατηγὸν ἐξ ἑαυτῶν καταστήσαντες περιεστρατοπέδευσαν τὸ χωρίον.