Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 19

103.2 τῶν δὲ φρουρῶν καταφυγόντων τῶν μὲν εἰς τὸ καλούμενον Σισύφιον, τῶν δʼ εἰς τὸν Ἀκροκόρινθον προσαγαγὼν μηχανὰς τοῖς ὀχυρώμασι καὶ πολλὰ κακοπαθήσας εἷλε τὸ Σισύφιον κατὰ κράτος. εἶτα τῶν ἐνταῦθα συμφυγόντων πρὸς τοὺς κατειληφότας τὸν Ἀκροκόρινθον καὶ τούτους καταπληξάμενος ἠνάγκασε παραδοῦναι τὴν ἄκραν·
21.6 διὸ καὶ συνέβη πᾶσαν οἰκίαν συναλγῆσαι τῇ τἀνδρὸς τελευτῇ, τῆς διὰ τὴν ἐπιείκειαν μνήμης προαγούσης εἰς δάκρυα. οὐ μὴν ἔληγόν γε τῆς παρανομίας οἱ τύραννοι, πολὺ δὲ μᾶλλον ἐπίτασιν λαμβανούσης τῆς ἀπονοίας τῶν μὲν ξένων τοὺς πλουσιωτάτους ἑξήκοντα κατέσφαξαν, ὅπως τῶν χρημάτων κυριεύσωσι, τῶν δὲ πολιτῶν καθʼ ἡμέραν ἀναιρουμένων οἱ τοῖς βίοις εὐπορούμενοι σχεδὸν ἅπαντες ἔφυγον ἐκ τῆς πόλεως.
103.3 σφόδρα γὰρ ἦν ἀνυπόστατος οὗτος ὁ βασιλεὺς ἐν ταῖς προσβολαῖς, εὐμήχανος ὑπάρχων περὶ τὴν κατασκευὴν τῶν πολιορκητικῶν ἔργων. οὐ μὴν ἀλλὰ τοὺς Κορινθίους ἐλευθερώσας παρεισήγαγε φυλακὴν εἰς τὸν Ἀκροκόρινθον, βουλομένων τῶν πολιτῶν διὰ τοῦ βασιλέως τηρεῖσθαι τὴν πόλιν μέχρι ἂν ὁ πρὸς Κάσανδρον καταλυθῇ πόλεμος.
21.7 ἀνεῖλον δὲ καὶ Αὐτόλυκον, ἄνδρα παρρησιαστήν, καὶ καθόλου τοὺς χαριεστάτους ἐπέλεγον. ἐπὶ τοσοῦτο δὲ κατέφθειραν τὴν πόλιν, ὥστε φυγεῖν τοὺς Ἀθηναίους πλείους τῶν ἡμίσεων.
25.4 καὶ Πρεπέλαος μὲν αἰσχρῶς ἐκπεσὼν ἐκ τῆς Κορίνθου πρὸς Κάσανδρον ἀπεχώρησεν, Δημήτριος δὲ παρελθὼν εἰς τὴν Ἀχαΐαν Βοῦραν μὲν κατὰ κράτος εἷλε καὶ τοῖς πολίταις ἀπέδωκε τὴν αὐτονομίαν, Σκύρον δʼ ἐν ὀλίγαις ἡμέραις παραλαβὼν ἐξέβαλε τὴν φρουράν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme