Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 19

23.1 ἡμεῖς δὲ τὰ περὶ τὴν Ἑλλάδα καὶ τὴν Ἀσίαν διευκρινηκότες μεταβιβάσομεν τὸν λόγον ἐπὶ θάτερα μέρη τῆς οἰκουμένης. κατὰ μὲν γὰρ τὴν Σικελίαν Ἀγαθοκλῆς, εἰρήνην ἀγόντων τῶν Λιπαραίων, ἐπιπλεύσας αὐτοῖς ἀπροσδοκήτως εἰσεπράξατο τοὺς μηδʼ ὁτιοῦν προαδικήσαντας ἀργυρίου τάλαντα πεντήκοντα.
3 μετὰ δὲ ταῦτα βουλόμενοι βιαιότερα καὶ παράνομα πράττειν, ᾐτήσαντο παρὰ Λακεδαιμονίων φρουράν, λέγοντες ὅτι τὴν πολιτείαν καταστήσουσιν ἐκείνοις συμφέρουσαν. ᾔδεισαν γὰρ ὅτι φόνους ἐπιτελεῖν οὐκ ἂν δύναιντο χωρὶς ξενικῶν ὅπλων· πάντας γὰρ ἀνθέξεσθαι τῆς κοινῆς ἀσφαλείας.
23.2 ὅτε δὴ πολλοῖς ἔδοξε θεῖον εἶναι τὸ ῥηθησόμενον, τῆς παρανομίας τυχούσης ἐπισημασίας παρὰ τοῦ δαιμονίου. ἀξιούντων γὰρ τῶν Λιπαραίων εἰς τὰ προσελλείποντα τῶν χρημάτων δοῦναι χρόνον καὶ λεγόντων μηδέποτε τοῖς ἱεροῖς ἀναθήμασι κατακεχρῆσθαι, ὁ Ἀγαθοκλῆς βιασάμενος αὐτοὺς δοῦναι τὰ κατὰ τὸ πρυτανεῖον, ὧν εἶχον ἐπιγραφὴν τὰ μὲν Αἰόλου, τὰ δʼ Ἡφαίστου, λαβὼν παραχρῆμα ἐξέπλευσεν. πνεύματος δʼ ἐπιγενομένου τῶν νεῶν ἕνδεκα συνετρίβησαν αἱ τὰ χρήματα κομίζουσαι.
4 Λακεδαιμονίων δὲ πεμψάντων φρουρὰν καὶ τὸν ταύτης ἡγησόμενον Καλλίβιον, τὸν μὲν φρούραρχον ἐξεθεράπευσαν δώροις καὶ τοῖς ἄλλοις φιλανθρώποις οἱ τριάκοντα, τῶν δὲ πλουσίων ἐπιλέγοντες τοὺς ἐπιτηδείους συνελάμβανον ὡς νεωτερίζοντας, καὶ θανάτῳ περιβάλλοντες τὰς οὐσίας ἐδήμευον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme