Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 19

arg. λε. ὡς οὗτος μὲν παραλαβὼν τὴν ἡγεμονίαν τυραννικῶς ἄρχων διεγένετο, οἱ δʼ Ἀκραγαντῖνοι τὴν εἰρήνην ἐποιήσαντο πρὸς τὸν δυνάστην.
arg. λς. τὰ πραχθέντα Ῥωμαίοις περὶ τὴν Ἰαπυγίαν.
arg. λζ. Καλλαντιανῶν ἀπόστασις ἀπὸ Λυσιμάχου καὶ τὰ συμβάντα τοῖς ἐπὶ τὴν βοήθειαν ἀποσταλεῖσιν ὑπʼ Ἀντιγόνου.
arg. λη. ὡς Φίλιππος ἀποσταλεὶς ὑπὸ Κασάνδρου στρατηγὸς εἰς τὴν Αἰτωλίαν ἐνίκησεν Αἰτωλοὺς ἅμα καὶ τοὺς Ἠπειρώτας.
arg. λθ. ὡς Ῥωμαῖοι μάχῃ νικήσαντες Σαμνίτας μετʼ ὀλίγον Καμπανοὺς ἀποστάντας προσηγάγοντο.
arg. μ. ὡς Ἀντίγονος Πολέμωνα στρατηγὸν ἐξαπέστειλε μετὰ δυνάμεως ἐλευθερώσοντα τοὺς Ἕλληνας καὶ τὰ πραχθέντα περὶ τὴν Ἑλλάδα.
arg. μα. ἀπόστασις Κυρηναίων καὶ ἅλωσις, ἔτι δὲ Πτολεμαίου στρατεία εἰς Κύπρον καὶ Συρίαν.
arg. μβ. μάχη Δημητρίου πρὸς Πτολεμαῖον καὶ νίκη Πτολεμαίου.
arg. μγ. ἀπόστασις Τελεσφόρου τοῦ στρατηγοῦ ἀπὸ Ἀντιγόνου.
arg. μδ. τὰ περὶ τὴν Ἤπειρον καὶ τὸν Ἀδρίαν πραχθέντα Κασάνδρῳ.
arg. με. ὡς Σέλευκος παρὰ Πτολεμαίου λαβὼν δύναμιν ὀλίγην ἐκράτησε Βαβυλῶνος καὶ τὴν προϋπάρχουσαν αὐτῷ σατραπείαν ἀνεσώσατο.
arg. μς. ὡς Ἀντίγονος ἀκινδύνως παραλαβὼν Κοίλην Συρίαν δύναμιν ἐξέπεμψεν εἰς τὴν Ἀραβίαν.
arg. μζ. περὶ τῶν νομίμων οἷς χρᾶται τὰ ἔθνη τῶν Ἀράβων.
arg. μη. περὶ τῆς καλουμένης Ἀσφαλτίτιδος λίμνης.
arg. μθ. ὡς Ἀντίγονος τὸν υἱὸν Δημήτριον ἐξαπέστειλε μετὰ τῆς δυνάμεως εἰς τὴν Βαβυλωνίαν.
arg. ν. περὶ τῶν πραχθέντων Ῥωμαίοις καὶ Σαμνίταις.
arg. να. ὡς Ἀγαθοκλῆς Μεσσηνίους παρακρουσάμενος τῆς πόλεως ἐκυρίευσεν.
arg. νβ. ὡς τοὺς ἀντιταξαμένους Μεσσηνίων καὶ Ταυρομενιτῶν, ἔτι δὲ Κεντοριπίνων ἀπέσφαξεν.
arg. νγ. ὡς Ἀγαθοκλῆς Δεινοκράτη καὶ τοὺς φυγάδας περὶ Γαλαρίαν ἐνίκησεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme