Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 19

16.1 ἅμα δὲ τούτοις πραττομένοις Ἄτταλος καὶ Πολέμων καὶ Δόκιμος, ἔτι δὲ Ἀντίπατρος καὶ Φιλώτας, οἱ μετὰ τῆς Ἀλκέτου δυνάμεως ἁλόντες ἡγεμόνες, ἐφυλάττοντο μὲν ἔν τινι φρουρίῳ καθʼ ὑπερβολὴν ὀχυρῷ, ἀκούσαντες δὲ τοὺς περὶ τὸν Ἀντίγονον εἰς τὰς ἄνω σατραπείας ποιεῖσθαι τὴν πορείαν, νομίζοντες εὔθετον ἔχειν καιρόν, ἔπεισάν τινας τῶν τηρούντων αὐτοὺς λῦσαι, κυριεύσαντες δὲ ὅπλων ἐπέθεντο τῇ φυλακῇ περὶ μέσας νύκτας. αὐτοὶ μὲν οὖν ὀκτὼ τὸν ἀριθμὸν ὄντες, τηρούμενοι δὲ ὑπὸ στρατιωτῶν τετρακοσίων, διαφέροντες δὲ ταῖς τόλμαις καὶ ταῖς εὐχειρίαις διὰ τὴν μετʼ Ἀλεξάνδρου στρατείαν Ξενοπείθη μὲν τὸν φρούραρχον συναρπάσαντες ὑπὲρ τὸ τεῖχος ἔρριψαν, σταδιαῖον ἐχούσης τῆς πέτρας ὕψος, τῶν δʼ ἄλλων τοὺς μὲν κατασφάξαντες, τοὺς δὲ ἐκβαλόντες ἐνεπύρισαν τὰς οἰκίας.
16.2 τῶν δʼ ἔξωθεν καραδοκούντων προσελάβοντο τὸν ἀριθμὸν εἰς πεντήκοντα. τοὺ δὲ φρουρίου σίτου τε πλῆθος καὶ τῶν ἄλλων ἐπιτηδείων ἔχοντος ἐβουλεύοντο πότερον χρὴ μένειν καὶ χρῆσθαι τῇ τῶν τόπων ὀχυρότητι, καραδοκοῦντας τὴν παρʼ Εὐμενοῦς βοήθειαν, ἢ φυγόντας τὴν ταχίστην ἀλᾶσθαι κατὰ τὴν χώραν, καιροτηροῦντας τὰς μεταβολάς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme