Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 19

5 ἐξέπεμψαν δὲ καὶ ναῦς τῶν ἄριστα πλεουσῶν, Ἀμύνταν ἐπιστήσαντες ἡγεμόνα, ὃς ἐκπλεύσας πρὸς τὴν Περαίαν τῆς Ἀσίας ἐπεφάνη παραδόξως πειραταῖς τισιν ἀπεσταλμένοις ὑπὸ Δημητρίου. οὗτοι δʼ εἶχον ἄφρακτα τρία, κράτιστοι δοκοῦντες εἶναι τῶν τῷ βασιλεῖ συστρατευόντων. γενομένης δʼ ἐπʼ ὀλίγον χρόνον ναυμαχίας οἱ Ῥόδιοι βιασάμενοι τῶν νεῶν αὐτάνδρων ἐκυρίευσαν, ἐν οἷς ἦν καὶ Τιμοκλῆς ὁ ἀρχιπειρατής.
31.6 καὶ τὴν μὲν τιμὴν ὁ ἀποδόμενος τὸν Ἡρακλέα τοῖς Ἰφίτου παισὶν ἀπέδωκε κατὰ τὸν χρησμόν, ὁ δʼ Ἡρακλῆς ὑγιασθεὶς καὶ δουλεύων τῇ Ὀμφάλῃ τοὺς κατὰ τὴν χώραν λῃστεύοντας ἐκόλασε.
6 ἐπέπλευσαν δὲ καὶ τῶν ἐμπόρων τισὶ καὶ παρελόμενοι κέλητας οὐκ ὀλίγους γέμοντας σίτου τούτους τε καὶ τὰ τῶν πειρατῶν ἄφρακτα κατήγαγον εἰς τὴν Ῥόδον νυκτός, λαθόντες τοὺς πολεμίους.
110.7 τοὺς μὲν γὰρ ὀνομαζομένους Κέρκωπας, λῃστεύοντας καὶ πολλὰ κακὰ διεργαζομένους, οὓς μὲν ἀπέκτεινεν, οὓς δὲ ζωγρήσας δεδεμένους παρέδωκε τῇ Ὀμφάλῃ· Συλέα δὲ τοὺς παριόντας ξένους συναρπάζοντα καὶ τοὺς ἀμπελῶνας σκάπτειν ἀναγκάζοντα τῷ σκαφείῳ πατάξας ἀπέκτεινεν· Ἰτώνων δὲ λεηλατούντων πολλὴν τῆς ὑπὸ Ὀμφάλῃ χώρας, τήν τε λείαν ἀφείλετο καὶ τὴν πόλιν, ἐξ ἧς ἐποιοῦντο τὴν ὁρμήν, ἐκπορθήσας ἐξηνδραποδίσατο καὶ κατέσκαψεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme