Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 19

11.7 τοιγαροῦν τῆς ὁμοίας μεταβολῆς τυχοῦσα τῆς ὠμότητος ἀξίαν ἔσχε τὴν τοῦ βίου καταστροφήν. Εὐρυδίκη μὲν γὰρ κατευξαμένη παρόντος τοῦ κομίσαντος τῶν ὁμοίων δωρεῶν Ὀλυμπιάδα τυχεῖν τὸν μὲν ἄνδρα περιέστειλεν, ἐπιμεληθεῖσα τῶν τραυμάτων ὥς ποθʼ ὁ καιρὸς συνεχώρει, ἑαυτὴν δʼ ἀνακρεμάσασα τῇ ζώνῃ κατέστρεψε τὸν βίον, οὔτε δακρύσασα τὴν αὑτῆς τύχην οὔτε τῷ μεγέθει τῶν συμπτωμάτων ταπεινωθεῖσα.
11.8 Ὀλυμπιὰς δὲ τούτων διαφθαρέντων ἀνεῖλε μὲν τὸν Νικάνορα τὸν ἀδελφὸν τοῦ Κασάνδρου, κατέστρεψε δὲ τὸν Ἰόλλου τάφον, μετερχομένη, καθάπερ ἔφησε, τὸν Ἀλεξάνδρου θάνατον, ἐπέλεξε δὲ καὶ τῶν Κασάνδρου φίλων τοὺς ἐπιφανεστάτους ἑκατὸν Μακεδόνας, οὓς ἅπαντας ἀπέσφαξεν.
11.9 ἐν τοιούτοις δὲ παρανομήμασι πληροῦσα τὸν ἑαυτῆς θυμὸν ταχὺ πολλοὺς τῶν Μακεδόνων ἐποίησε μισῆσαι τὴν ὠμότητα· πάντες γὰρ ἀνεμιμνήσκοντο τῶν Ἀντιπάτρου λόγων, ὃς καθάπερ χρησμῳδῶν ἐπὶ τῆς τελευτῆς παρεκελεύσατο μηδέποτε συγχωρῆσαι γυναικὶ τῆς βασιλείας προστατῆσαι. τὰ μὲν οὖν κατὰ Μακεδονίαν τοῦτον τὸν τρόπον διοικηθέντα πρόδηλον εἶχε τὴν ἐσομένην μεταβολήν.
12.1 κατὰ δὲ τὴν Ἀσίαν Εὐμενὴς μὲν ἔχων τοὺς ἀργυράσπιδας Μακεδόνας καὶ τὸν ἀφηγούμενον αὐτῶν Ἀντιγένην παρεχείμασε μὲν τῆς Βαβυλωνίας ἐν ταῖς ὀνομαζομέναις Καρῶν κώμαις, πρὸς δὲ Σέλευκον καὶ Πίθωνα πρέσβεις ἀπέστειλεν, ἀξιῶν βοηθεῖν τοῖς βασιλεῦσι καὶ μετʼ αὐτοῦ συναγωνίσασθαι πρὸς Ἀντίγονον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme