Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 19

arg. ιθ. ὡς Κάσανδρος Θεσσαλονίκην ἔγημε τὴν Φιλίππου τοῦ Ἀμύντου, ἐπώνυμον δʼ ἑαυτοῦ πόλιν ἔκτισεν ἐπὶ τῆς Παλλήνης.
arg. κ. ὡς Πολυπέρχων ἀπογνοὺς τὰ πρὸς τοὺς βασιλεῖς ἔφυγεν εἰς τὴν Αἰτωλίαν.
arg. κα. ὡς Κάσανδρος τὴν τῶν Θηβαίων πόλιν ὑπʼ Ἀλεξάνδρου κατεσκαμμένην ἀποκατέστησε.
arg. κβ. περὶ τῶν ἐν τοῖς ἀρχαίοις χρόνοις συμβάντων τῇ πόλει τῶν Θηβαίων καὶ ποσάκις ἀνάστατος ἐγένετο.
arg. κγ. περὶ τῶν πραχθέντων Κασάνδρῳ κατὰ Πελοπόννησον.
arg. κδ. Ἀντιγόνου μετὰ τῆς δυνάμεως κατάβασις ἐπὶ θάλατταν καὶ φυγὴ Σελεύκου πρὸς Πτολεμαῖον εἰς Αἴγυπτον.
arg. κε. σύνθεσις Πτολεμαίου καὶ Σελεύκου καὶ Κασάνδρου, πρὸς δὲ τούτοις καὶ Λυσιμάχου πρὸς τὸν κατʼ Ἀντιγόνου πόλεμον.
arg. κς. ὡς Ἀντίγονος ναῦς τε πολλὰς ἐναυπηγήσατο καὶ στρατηγοὺς ἀπέστειλεν εἴς τε τὴν Ἑλλάδα καὶ τὸν Πόντον.
arg. κζ. ὡς πρὸς Ἀλέξανδρον τὸν Πολυπέρχοντος φιλίαν συνέθετο καὶ Τύρον ἐξεπολιόρκησε καὶ ὡς Ἀλέξανδρος μετέθετο πρὸς Κάσανδρον.
arg. κη. ὡς Πολύκλειτος ὁ Πτολεμαίου ναύαρχος ἐνίκησε τοὺς Ἀντιγόνου στρατηγοὺς καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν.
arg. κθ. περὶ τῆς Ἀγαθοκλέους στρατείας ἐπὶ Μεσσηνίους καὶ τῆς μεσιτευθείσης εἰρήνης ὑπὸ Καρχηδονίων.
arg. λ. Νουκερίας ἀπόστασις ἀπὸ Ῥωμαίων.
arg. λα. τὰ πραχθέντα τοῖς Ἀντιγόνου καὶ Κασάνδρου στρατηγοῖς περὶ τὴν Ἑλλάδα.
arg. λβ. Κασάνδρου στρατεία εἰς τὴν Αἰτωλίαν καὶ τοὺς κατὰ τὸν Ἀδρίαν τόπους.
arg. λγ. ἅλωσις περὶ Καρίαν τῆς ἀποσταλείσης ὑπὸ Κασάνδρου δυνάμεως.
arg. λδ. ὡς οἱ φυγάδες τῶν Συρακουσίων Ἀκραγαντίνους πείσαντες πολεμεῖν Ἀγαθοκλεῖ στρατηγὸν ἐκ Λακεδαίμονος Ἀκρότατον μετεπέμψαντο.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme