Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 19

8.6 ὁ δʼ Ἀγαθοκλῆς δυεῖν ἡμερῶν διελθουσῶν ἐπειδή ποτʼ ἐπληρώθη τοῦ κατὰ τῶν πολιτῶν φόνου, τοὺς ζωγρηθέντας ἀθροίσας Δεινοκράτην μὲν ἀφῆκε διὰ τὴν προγεγενημένην φιλίαν, τῶν ἄλλων δὲ τοὺς μὲν ἀλλοτριώτατα διακειμένους ἀνεῖλε, τοὺς δὲ λοιποὺς ἐφυγάδευσε.
9.1 μετὰ δὲ ταῦτα συναγαγὼν ἐκκλησίαν κατηγόρησε μὲν τῶν ἑξακοσίων καὶ τῆς ὑπʼ αὐτῶν προγεγενημένης ὀλιγαρχίας, καθαρὰν δὲ φήσας τὴν πόλιν πεποιηκέναι τῶν δυναστεύειν ἐπιχειρούντων ἀπεφαίνετο τῷ δήμῳ τὴν αὐτονομίαν εἰλικρινῆ παραδιδόναι καὶ βούλεσθαί ποτε τῶν πόνων ἀπολυθεὶς ἰδιωτεύειν ἴσος ὢν πᾶσι.
9.2 καὶ ταῦτα λέγων τὸ μὲν χλαμύδιον αὑτοῦ περιέσπασε, τὸ δʼ ἱμάτιον μεταλαβὼν ἀπῄει, τῶν πολλῶν ἑαυτὸν ἀποδείξας ἕνα. ταῦτα δʼ ἔπραττε τὸν δημοτικὸν ὑποκρινόμενος καὶ σαφῶς εἰδὼς τοὺς πλείους τῶν ἐκκλησιαζόντων μετεσχηκότας τῶν ἀσεβημάτων καὶ διὰ τοῦτο μηδέποτʼ ἂν βουληθέντας ἄλλῳ τὴν στρατηγίαν ἐγχειρίσαι.
9.3 εὐθὺ γοῦν οἱ διαπεφορηκότες τὰ τῶν ἠτυχηκότων ἐβόων μὴ καταλιπεῖν ἑαυτούς, ἀλλὰ προσδέξασθαι τὴν τῶν ὅλων ἐπιμέλειαν. ὁ δὲ τὸ μὲν πρῶτον ἡσυχίαν εἶχεν, εἶτα τοῦ πλήθους βιαιότερον ἐγκειμένου προσδέξασθαι μὲν ἔφησε τὴν στρατηγίαν, μὴ μέντοι γε μετʼ ἄλλων ἄρξειν·
9.4 οὐ γὰρ ὑπομενεῖν, ὧν ἂν ἕτεροι παρανομήσωσι, τούτων αὐτὸν συνάρχοντα λόγον ἀποδιδόναι κατὰ τοὺς νόμους. συγχωρήσαντος δὲ τοῦ πλήθους μοναρχεῖν οὗτος μὲν ἐχειροτονήθη στρατηγὸς αὐτοκράτωρ καὶ τὸ λοιπὸν φανερῶς ἐδυνάστευε καὶ τῆς πόλεως ἐπιμέλειαν ἐποιεῖτο,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme