Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 19

26.2 τελευταῖον δʼ ἆθλον λαβὼν ἐνεγκεῖν τὰ τῶν Ἑσπερίδων χρυσᾶ μῆλα, πάλιν ἔπλευσεν εἰς τὴν Λιβύην. περὶ δὲ τῶν μήλων τούτων διαπεφωνήκασιν οἱ μυθογράφοι, καὶ τινὲς μέν φασιν ἔν τισι κήποις τῶν Ἑσπερίδων ὑπάρξαι κατὰ τὴν Λιβύην μῆλα χρυσᾶ, τηρούμενα συνεχῶς ὑπό τινος δράκοντος φοβερωτάτου, τινὲς δὲ λέγουσι ποίμνας προβάτων κάλλει διαφερούσας κεκτῆσθαι τὰς Ἑσπερίδας, χρυσᾶ δὲ μῆλα ἀπὸ τοῦ κάλλους ὠνομάσθαι ποιητικῶς, ὥσπερ καὶ τὴν Ἀφροδίτην χρυσῆν καλεῖσθαι διὰ τὴν εὐπρέπειαν.
11.3 ἔνιοι δὲ λέγουσιν ὅτι τὰ πρόβατα τὴν χρόαν ἰδιάζουσαν ἔχοντα καὶ παρόμοιον χρυσῷ τετευχέναι ταύτης τῆς προσηγορίας, Δράκοντα δὲ τῶν ποιμνῶν ἐπιμελητὴν καθεσταμένον, καὶ ῥώμῃ σώματος καὶ ἀλκῇ διαφέροντα, τηρεῖν τὰ πρόβατα καὶ τοὺς λῃστεύειν αὐτὰ τολμῶντας ἀποκτείνειν. ἀλλὰ περὶ μὲν τούτων ἐξέσται διαλαμβάνειν ὡς ἂν ἕκαστος ἑαυτὸν πείθῃ.
11.4 ὁ δʼ Ἡρακλῆς τὸν φύλακα τῶν μήλων ἀνελών, καὶ ταῦτα ἀποκομίσας πρὸς Εὐρυσθέα, καὶ τοὺς ἄθλους ἀποτετελεκώς, προσεδέχετο τῆς ἀθανασίας τεύξεσθαι, καθάπερ ὁ Ἀπόλλων ἔχρησεν.
27.1 ἡμῖν δʼ οὐ παραλειπτέον τὰ περὶ Ἄτλαντος μυθολογούμενα καὶ τὰ περὶ τοῦ γένους τῶν Ἑσπερίδων. κατὰ γὰρ τὴν Ἑσπερῖτιν ὀνομαζομένην χώραν φασὶν ἀδελφοὺς δύο γενέσθαι δόξῃ διωνομασμένους, Ἕσπερον καὶ Ἄτλαντα. τούτους δὲ κεκτῆσθαι πρόβατα τῷ μὲν κάλλει διάφορα, τῇ δὲ χρόᾳ ξανθὰ καὶ χρυσοειδῆ· ἀφʼ ἧς αἰτίας τοὺς ποιητὰς τὰ πρόβατα μῆλα καλοῦντας ὀνομάσαι χρυσᾶ μῆλα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme