Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 19

87.2 παρελθὼν γὰρ εἰς Ἦλιν ὡς ἔτι φυλάττων τὴν πρὸς Ἀντίγονον φιλίαν, τὴν ἀκρόπολιν ἐνετείχισε καὶ τὴν πόλιν κατεδουλώσατο. ἐσύλησεν δὲ καὶ τὸ ἱερὸν τὸ κατὰ τὴν Ὀλυμπίαν καὶ συναγαγὼν ἀργυρίου πλείω τῶν πεντήκοντα ταλάντων ξένους ἐμισθοῦτο.
87.3 Τελεσφόρος μὲν οὖν ζηλοτυπήσας τὴν προαγωγὴν Πτολεμαίου τοῦτον τὸν τρόπον ἐγένετο προδότης τῆς πρὸς Ἀντίγονον φιλίας. Πτολεμαῖος δʼ ὁ Ἀντιγόνου στρατηγὸς ἦν μὲν τεταγμένος ἐπὶ τῶν κατὰ τὴν Ἑλλάδα πραγμάτων, πυθόμενος δὲ τὴν ἀπόστασιν τὴν Τελεσφόρου καὶ τὴν κατάληψιν τῆς Ἠλείων πόλεως, ἔτι δὲ τὴν σύλησιν τῶν κατὰ τὴν Ὀλυμπίαν χρημάτων παρῆλθεν εἰς Πελοπόννησον μετὰ δυνάμεως. καταντήσας δʼ εἰς Ἦλιν καὶ τὴν ἐντετειχισμένην ἀκρόπολιν κατασκάψας τήν τε ἐλευθερίαν ἀπέδωκε τοῖς Ἠλείοις καὶ τὰ χρήματα ἀποκατέστησεν τῷ θεῷ. μετὰ δὲ ταῦτα τὸν Τελεσφόρον πείσας παρέλαβεν τὴν Κυλλήνην, φρουρουμένην ὑπʼ αὐτοῦ, καὶ τοῖς Ἠλείοις ἀποκατέστησεν.
88.1 ἅμα δὲ τούτοις πρασσομένοις Ἠπειρῶται τελευτήσαντος Αἰακίδου τοῦ βασιλέως αὐτῶν Ἀλκέτᾳ τὴν βασιλείαν παρέδωκαν, ὃς ἦν πεφυγαδευμένος μὲν ὑπὸ Ἀρύμβου τοῦ πατρός, ἀλλοτρίως δὲ διακείμενος πρὸς Κάσανδρον.
88.2 διὸ καὶ Λυκίσκος ὁ τεταγμένος ἐπὶ τῆς Ἀκαρνανίας στρατηγὸς ὑπὸ Κασάνδρου παρῆλθε μετὰ δυνάμεως εἰς τὴν Ἤπειρον, ἐλπίδας ἔχων ῥᾳδίως τὸν Ἀλκέταν ἀποστήσειν τῆς ἀρχῆς ἀσυντάκτων ἔτι τῶν κατὰ τὴν βασιλείαν ὄντων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme