Book 19
76.5
τοὺς γὰρ αἰτίους τῆς ταραχῆς ἐξέδωκαν, οἳ προτεθείσης κρίσεως οὐ περιμείναντες τὴν ἀπόφασιν αὑτοὺς ἀνεῖλαν. αἱ δὲ πόλεις τυχοῦσαι συγγνώμης εἰς τὴν προϋπάρχουσαν συμμαχίαν ἀποκατέστησαν.
77.1
τοῦ δʼ ἔτους τούτου διελθόντος Ἀθήνησι μὲν ἦρχε Πολέμων, ἐν Ῥώμῃ δʼ ὑπῆρχον ὕπατοι Λεύκιος Παπείριος τὸ πέμπτον καὶ Γάιος Ἰούνιος, ἤχθη δὲ καὶ ὀλυμπιὰς κατὰ τοῦτον τὸν ἐνιαυτὸν ἑβδόμη πρὸς ταῖς ἑκατὸν καὶ δέκα, καθʼ ἣν ἐνίκα στάδιον Παρμενίων Μιτυληναῖος.
77.2
ἐπὶ δὲ τούτων τῶν χρόνων Ἀντίγονος ἀπέστειλεν εἰς τὴν Ἑλλάδα στρατηγὸν Πτολεμαῖον τοὺς Ἕλληνας ἐλευθερώσοντα, συνέπεμψε δʼ αὐτῷ ναῦς μὲν μακρὰς ἑκατὸν καὶ πεντήκοντα, Μήδιον ἐπιστήσας ναύαρχον, στρατιώτας δὲ πεζοὺς μὲν πεντακισχιλίους, ἱππεῖς δὲ πεντακοσίους.
77.3
ἐποιήσατο δὲ καὶ πρὸς Ῥοδίους συμμαχίαν καὶ προσελάβετο παρʼ αὐτῶν ναῦς ἐξηρτισμένας πρὸς τὸν πόλεμον δέκα πρὸς τὴν τῶν Ἑλλήνων ἐλευθέρωσιν.
77.4
ὁ δὲ Πτολεμαῖος μετὰ παντὸς τοῦ στόλου καταπλεύσας τῆς Βοιωτίας εἰς τὸν Βαθὺν καλούμενον λιμένα παρὰ μὲν τοῦ κοινοῦ τῶν Βοιωτῶν προσελάβετο στρατιώτας πεζοὺς μὲν δισχιλίους διακοσίους, ἱππεῖς δὲ χιλίους τριακοσίους. μετεπέμψατο δὲ καὶ τὰς ἐξ Ὠρεοῦ ναῦς καὶ τειχίσας τὸν Σαλγανέα συνήγαγεν ἐνταῦθα πᾶσαν τὴν δύναμιν· ἤλπιζε γὰρ προσδέξασθαι τοὺς Χαλκιδεῖς, οἵπερ μόνοι τῶν Εὐβοέων ὑπὸ τῶν πολεμίων ἐφρουροῦντο.