Book 19
72.8
οὗτος μὲν οὖν οὐ μετασχὼν τοῖς πολίταις τῆς κατὰ τὴν φυγὴν αἰσχύνης ἰδίᾳ περιεποιήσατο θάνατον ἔνδοξον· οἱ δὲ Ῥωμαῖοι φοβηθέντες μὴ τὰ κατὰ τὴν Απουλίαν πράγματα τελέως ἀποβάλωσιν, ἀποικίαν ἐξέπεμψαν εἰς Λουκερίαν πόλιν ἐπιφανεστάτην τῶν ἐν τοῖς τόποις. ἐκ ταύτης δὲ ὁρμώμενοι διεπολέμουν τοῖς Σαμνίταις, οὐ κακῶς τῆς ἀσφαλείας προνοησάμενοι·
72.9
διὰ γὰρ ταύτην τὴν πόλιν οὐ μόνον ἐν τούτῳ τῷ πολέμῳ προετέρησαν, ἀλλὰ καὶ κατὰ τοὺς μετὰ ταῦτα γενομένους ἕως τῶν καθʼ ἡμᾶς χρόνων διετέλεσαν ὁρμητηρίῳ χρώμενοι κατὰ τῶν πλησίον ἐθνῶν.
73.1
τῶν δὲ κατὰ τοῦτον τὸν ἐνιαυτὸν πράξεων τέλος ἐχουσῶν Ἀθήνησι μὲν παρέλαβε τὴν ἀρχὴν Θεόφραστος, ἐν Ῥώμῃ δʼ ὕπατοι κατεστάθησαν Μάρκος Πόπλιος καὶ Γάιος Σουλπίκιος. ἐπὶ δὲ τούτων Καλλαντιανοὶ κατοικοῦντες ἐν τοῖς ἐν ἀριστερᾷ μέρεσι τοῦ Πόντου καὶ φρουρὰν ἔχοντες παρὰ Λυσιμάχου ταύτην ἐξέβαλον καὶ τῆς αὐτονομίας ἀντείχοντο.
73.2
ὡσαύτως δὲ τήν τε τῶν Ἰστριανῶν πόλιν καὶ τὰς ἄλλας τὰς πλησιοχώρους· ἐλευθερώσαντες συνέθεντο συμμαχίαν ὡς κοινῇ πολεμεῖν τῷ δυνάστῃ· προσελάβοντο δʼ εἰς τὴν φιλίαν τῶν τε Θρᾳκῶν καὶ Σκυθῶν τοὺς ὁμοροῦντας, ὥστε τὸ πᾶν εἶναι σύστημα βάρος ἔχον καὶ δυνάμενον ἁδραῖς δυνάμεσιν ἀντιτάσσεσθαι.
73.3
ὁ δὲ Λυσίμαχος πυθόμενος τὰ πεπραγμένα μετὰ τῆς δυνάμεως ὥρμησεν ἐπὶ τοὺς ἀφεστηκότας. ποιούμενος δὲ τὴν πορείαν διὰ τῆς Θρᾴκης καὶ τὸν Αἷμον ὑπερβαλὼν κατεστρατοπέδευσε πλησίον τῆς Ὀδησσοῦ. πολιορκίαν δὲ συστησάμενος ταχὺ τοὺς ἔνδον κατεπλήξατο καὶ διʼ ὁμολογίας παρέλαβε τὴν πόλιν.