Book 18
72.1
μετὰ δὲ τὴν εὐημερίαν ταύτην οἱ μὲν Μεγαλοπολῖται ταῖς ψυχαῖς ἐθάρρησαν, ὁ δὲ Πολυπέρχων μετανοηθεὶς ἐπὶ τῇ πολιορκίᾳ καὶ πολὺν χρόνον ἐπιμένειν οὐ δυνάμενος ἐπὶ μὲν τῆς πολιορκίας ἀπέλιπε μέρος τῆς δυνάμεως, αὐτὸς δʼ ἐφʼ ἑτέρας ἀναγκαιοτέρας πράξεις ἐτρέπετο.
72.2
καὶ Κλεῖτον μὲν τὸν ναύαρχον μετὰ τοῦ στόλου παντὸς ἐξέπεμψε, προστάξας ἐφεδρεύειν τοῖς περὶ τὸν Ἑλλήσποντον τόποις καὶ κωλύειν τὰς ἐκ τῆς Ἀσίας διαβιβαζομένας δυνάμεις εἰς τὴν Εὐρώπην, προσλαβέσθαι δὲ καὶ Ἀρριδαῖον τὸν συμπεφευγότα μὲν μετὰ τῶν στρατιωτῶν εἰς τὴν τῶν Κιανῶν πόλιν, ἐχθρὸν δʼ ὄντα τοῖς περὶ Ἀντίγονον.
72.3
τούτου δὲ πλεύσαντος ἐπὶ τὸν Ἑλλήσποντον καὶ προσαγαγομένου τὰς ἐν τῇ Προποντίδι πόλεις, ἔτι δὲ προσδεξαμένου τὴν μετʼ Ἀρριδαίου δύναμιν κατέπλευσεν εἰς τοὺς τόπους ἐκείνους Νικάνωρ ὁ τῆς Μουνυχίας φρούραρχος, ἐξαπεσταλμένος ὑπὸ Κασάνδρου μετὰ παντὸς τοῦ στόλου· προσελάβετο δὲ καὶ τὰς παρʼ Ἀντιγόνου ναῦς, ὥστε τὰς πάσας ἔχειν πλείους τῶν ἑκατόν.
72.4
γενομένης δὲ ναυμαχίας οὐ μακρὰν τῆς τῶν Βυζαντίων πόλεως ἐνίκα ὁ Κλεῖτος καὶ κατέδυσε μὲν τῶν ἐναντίων ναῦς ἑπτακαίδεκα, εἷλε δὲ σὺν αὐτοῖς τοῖς ἀνδράσιν οὐκ ἐλάττω τῶν τεσσαράκοντα· αἱ δὲ λοιπαὶ κατέφυγον εἰς τὸν τῶν Χαλκηδονίων λιμένα.
72.5
τοιαύτης δʼ εὐημερίας γενομένης τοῖς περὶ τὸν Κλεῖτον οὗτος μὲν ὑπέλαβε μηκέτι τολμήσειν τοὺς πολεμίους ναυμαχήσειν διὰ τὸ μέγεθος τῆς ἥττης, ὁ δʼ Ἀντίγονος πυθόμενος τὰ περὶ τὸν στόλον ἐλαττώματα παραδόξως διὰ τῆς ἰδίας ἀγχινοίας καὶ στρατηγίας ἀνεμαχέσατο τὸ γεγονὸς ἐλάττωμα.