Book 18
67.2
τέλος δὲ ἀπογνοὺς τὴν σωτηρίαν ὁ Φωκίων ἀνεβόησε, δεόμενος αὐτοῦ μὲν καταψηφίσασθαι τὸν θάνατον, τῶν δʼ ἄλλων φείδεσθαι. ἀμεταθέτου δὲ· τῆς τοῦ πλήθους ὁρμῆς καὶ βίας οὔσης παρεπορεύοντό τινες τῶν φίλων συνηγορήσοντες τῷ Φωκίωνι, ὧν τὰς μὲν ἀρχὰς τῶν λόγων ἤκουον, ὁπότε δὲ προβαίνοντες φανεροὶ καθίσταντο τὴν ἀπολογίαν διεξιόντες, ἐξεβάλλοντο τοῖς θορύβοις καὶ ταῖς ἐναντιουμέναις κραυγαῖς.
67.3
τὸ δʼ ἔσχατον πανδήμῳ φωνῇ καταχειροτονηθέντες εἰς τὸ δεσμωτήριον ἤγοντο τὴν ἐπὶ θανάτῳ. συνηκολούθουν δὲ αὐτοῖς πολλοὶ τῶν σπουδαίων ἀνδρῶν, ὀδυρόμενοι καὶ συμπάσχοντες ἐπὶ τῷ μεγέθει τῶν ἀτυχημάτων·
67.4
τὸ γὰρ πρωτεύοντας ἄνδρας ταῖς δόξαις καὶ ταῖς εὐγενείαις, πολλὰ πεπραχότας ἐν τῷ ζῆν φιλάνθρωπα, μήτε λόγου μήτε κρίσεως δικαίας τυγχάνειν πολλοὺς ἦγεν εἰς ἐπίστασιν διανοίας καὶ φόβον, ἀστάτου δὲ καὶ κοινῆς ἅπασι τῆς τύχης οὔσης.
67.5
πολλοὶ δὲ καὶ τῶν δημοτικῶν καὶ πικρῶς διακειμένων πρὸς αὐτὸν ἐλοιδόρουν τε ἀνηλεῶς καὶ πικρῶς ὠνείδιζον αὐτῷ τὰς συμφοράς· τὸ γὰρ ἐν ταῖς εὐτυχίαις σιωπώμενον μῖσος, ὅταν ἐκ μεταβολῆς ἐν ταῖς ἀτυχίαις ἐκραγῇ, ταῖς ὀργαῖς ἀποθηριοῦται πρὸς τοὺς μισουμένους.
67.6
διὰ δὲ τῆς τοῦ κωνείου πόσεως κατὰ τὸ πάτριον ἔθος τὸν βίον καταλύσαντες ἐρρίφησαν ἄταφοι πάντες ἐκ τῶν τῆς Ἀττικῆς ὅρων. ὁ μὲν οὖν Φωκίων καὶ οἱ μετʼ αὐτοῦ διαβληθέντες τοιαύτην ἔσχον τὴν τοῦ βίου καταστροφήν.