Book 18
66.4
συναχθείσης οὖν ἐκκλησίας ἐν ταῖς Ἀθήναις καὶ προτεθείσης κρίσεως τοῖς περὶ τὸν Φωκίωνα πολλοὶ τῶν τε φυγάδων γεγονότων ἐπʼ Ἀντιπάτρου καὶ τῶν ἀντιπολιτευομένων κατηγόρησαν αὐτῶν θανάτου.
66.5
ἦν δʼ ὁ σύμπας τῆς κατηγορίας λόγος ὅτι οὗτοι παραίτιοι γεγένηνται μετὰ τὸν Λαμιακὸν πόλεμον τῆς τε δουλείας τῇ πατρίδι καὶ τῆς καταλύσεως τοῦ δήμου καὶ τῶν νόμων. ὡς δὲ τοῖς ἀπολογουμένοις ὁ καιρὸς παρεδόθη τῆς ἀπολογίας, ὁ μὲν Φωκίων ἤρξατο ποιεῖσθαι τὸν ὑπὲρ ἑαυτοῦ λόγον, τὸ δὲ πλῆθος τοῖς θορύβοις ἐξέσεισε τὴν ἀπολογίαν, ὥστʼ εἰς πολλὴν ἀπορίαν παραγενέσθαι τοὺς ἀπολογουμένους.
66.6
λήξαντος δὲ τοῦ θορύβου πάλιν ὁ μὲν Φωκίων ἀπελογεῖτο, ὁ δὲ ὄχλος κατεβόα καὶ τὴν φωνὴν τοῦ κινδυνεύοντος ἐκώλυεν ἐξακούεσθαι· τὸ γὰρ πλῆθος τῶν δημοτικῶν, ἀπωσμένον τῆς πολιτείας καὶ παρʼ ἐλπίδας τετευχὸς τῆς καθόδου, πικρῶς διέκειτο πρὸς τοὺς ἀφῃρημένους τὴν αὐτονομίαν.
67.1
βιαζομένου δὲ τοῦ Φωκίωνος καὶ πρὸς περίστασιν ἀπεγνωσμένην ὑπὲρ τοῦ ζῆν ἀγωνιζομένου οἱ μὲν πλησίον ὄντες ἤκουον τῶν τῆς ὑποθέσεως δικαίων, οἱ δὲ μακρότερον διεστηκότες διὰ τὸ μέγεθος τῆς κραυγῆς τῶν θορυβούντων ἤκουον μὲν οὐδέν, αὐτὴν δὲ μόνην ἐθεώρουν τὴν τοῦ σώματος κίνησιν, γινομένην ἐναγώνιον καὶ ποικίλην διὰ τὸ μέγεθος τοῦ κινδύνου.