Book 18
87.2
ὁμοίως δὲ καὶ κατὰ τὸν ἀριθμὸν διαφωνοῦσιν· οἱ μὲν γὰρ τρεῖς λέγουσιν, οἱ δʼ ἐννέα, καὶ κεκράτηκεν ὁ τῶν ἐννέα ἀριθμὸς ὑπὸ τῶν ἐπιφανεστάτων ἀνδρῶν βεβαιούμενος, λέγω δὲ Ὁμήρου τε καὶ Ἡσιόδου καὶ τῶν ἄλλων τῶν τοιούτων. Ὅμηρος μὲν γὰρ λέγει Μοῦσαι δʼ ἐννέα πᾶσαι ἀμειβόμεναι ὀπὶ καλῇ· Ησίοδος δὲ καὶ τὰ ὀνόματα αὐτῶν ἀποφαίνεται λέγων Κλειώ τʼ Εὐτέρπη τε Θάλειά τε Μελπομένη τε Τερψιχόρη τʼ Ἐρατώ τε Πολύμνιά τʼ Οὐρανίη τε Καλλιόπη θʼ, ἥ σφεων προφερεστάτη ἐστὶν ἁπασέων.
87.3
τούτων δʼ ἑκάστῃ προσάπτουσι τὰς οἰκείας διαθέσεις τῶν περὶ μουσικὴν ἐπιτηδευμάτων, οἷον ποιητικήν, μελῳδίαν, ὀρχήσεις καὶ χορείας, ἀστρολογίαν τε καὶ τὰ λοιπὰ τῶν ἐπιτηδευμάτων. παρθένους δʼ αὐτὰς οἱ πλεῖστοι γεγονέναι μυθολογοῦσι διὰ τὸ τὰς κατὰ τὴν παιδείαν ἀρετὰς ἀφθόρους δοκεῖν εἶναι.