Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 18

50.4 ταῦτα δὲ διανοηθεὶς Ἱερώνυμον μὲν τὸν τὰς ἱστορίας γράψαντα μετεπέμψατο, φίλον ὄντα καὶ πολίτην Εὐμενοῦς τοῦ Καρδιανοῦ τοῦ συμπεφευγότος εἰς τὸ χωρίον τὸ καλούμενον Νῶρα. τοῦτον δὲ μεγάλαις δωρεαῖς προκαλεσάμενος ἐξαπέστειλε πρεσβευτὴν πρὸς τὸν Εὐμενῆ, παρακαλῶν τῆς μὲν περὶ Καππαδοκίαν μάχης γενομένης πρὸς αὐτὸν ἐπιλαθέσθαι, γενέσθαι δὲ φίλον καὶ σύμμαχον αὐτῷ καὶ λαβεῖν δωρεὰς πολλαπλασίους ὧν πρότερον ἦν ἐσχηκὼς καὶ σατραπείαν μείζονα καὶ καθόλου πρωτεύοντα τῶν παρʼ ἑαυτοῦ φίλων κοινωνὸν ἔσεσθαι τῆς ὅλης ἐπιβολῆς.
50.5 εὐθὺς δὲ καὶ τῶν φίλων συναγαγὼν συνέδριον καὶ περὶ τῆς τῶν ὅλων ἐπιβολῆς κοινωσάμενος διέγραψε τῶν ἀξιολόγων φίλων οἷς μὲν σατραπείας, οἷς δὲ στρατηγίας· πᾶσι δὲ μεγάλας ἐλπίδας ὑποθεὶς προθύμους κατεσκεύασε πρὸς τὰς ἰδίας ἐπιβολάς. διενοεῖτο γὰρ ἐπελθεῖν τὴν Ἀσίαν καὶ τοὺς μὲν προϋπάρχοντας σατράπας ἐκβαλεῖν, πρὸς δὲ τῶν ἑαυτοῦ φίλων καθιστάναι τὰς ἡγεμονίας.
51.1 τούτου δὲ περὶ ταῦτʼ ὄντος Ἀρριδαῖος ὁ τῆς ἐφʼ Ἑλλησπόντῳ Φρυγίας σατράπης, γνοὺς αὐτοῦ τὴν ἐπιβολήν, ἔκρινεν ἀσφαλισάμενος τὰ κατὰ τὴν ἰδίαν σατραπείαν καὶ τὰς ἀξιολογωτάτας πόλεις φρουραῖς περιλαμβάνειν. οὔσης δὲ τῆς τῶν Κυζικηνῶν πόλεως ἐπικαιροτάτης καὶ μεγίστης ἀνέζευξεν ἐπʼ αὐτὴν ἔχων πεζοὺς μὲν μισθοφόρους πλείους τῶν μυρίων, Μακεδόνας δὲ χιλίους, Πέρσας δὲ τοξότας καὶ σφενδονήτας πεντακοσίους, ἱππεῖς δὲ ὀκτακοσίους, βέλη δὲ παντοδαπὰ καὶ καταπέλτας ὀξυβελεῖς τε καὶ πετροβόλους καὶ τὴν ἄλλην χορηγίαν πᾶσαν τὴν ἀνήκουσαν πρὸς πολιορκίαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme