Book 18
νυκτὸς δʼ ἀναζεύξας λαθραίαν ἐποιεῖτο τὴν πορείαν καὶ κατήντησεν εἰς τὸν ἀπέναντι τόπον τῆς Μέμφεως, πρὸς ᾗ συμβαίνει σχίζεσθαι τὸν Νεῖλον καὶ ποιεῖν νῆσον δυναμένην ἀσφαλῶς δέξασθαι στρατοπεδείαν τε καὶ δύναμιν τὴν μεγίστην.
εἰς ταύτην οὖν διεβίβαζε τὴν δύναμιν ἐπιπόνως τῶν στρατιωτῶν περαιουμένων διὰ τὸ βάθος τοῦ ποταμοῦ· μέχρι γὰρ τοῦ γενείου τὸ ῥεῦμα προσπῖπτον ἐσάλευε τὰ σώματα τῶν διαβαινόντων, ἅτε καὶ τῶν ὅπλων ἐμποδιζόντων τοὺς ἄνδρας.
ὁ δὲ Περδίκκας κατανοήσας τὴν δυσκολίαν τοῦ ῥείθρου τοὺς μὲν ἐλέφαντας τοῦ ποταμοῦ ἐκ τῶν εὐωνύμων ἐπέστησεν, ἐκδεχόμενος τὴν καταφορὰν τοῦ ποταμοῦ, καταπραϋνοῦντας τὸ ῥεῖθρον, τοὺς δʼ ἱππεῖς ἐκ τοῦ δεξιοῦ μέρους ἔταξε, διʼ ὧν ἐξεδέχετο τοὺς παραφερομένους ὑπὸ τοῦ ποταμοῦ καὶ διέσωζεν εἰς τὸ πέραν.
ἴδιον δέ τι καὶ παράδοξον συνέβη γενέσθαι κατὰ τὴν διάβασιν τῆς δυνάμεως ταύτης. τῶν πρώτων γὰρ ἀσφαλῶς διαβάντων οἱ μετὰ ταῦτα περαιούμενοι μεγάλοις περιέπιπτον κινδύνοις· ὁ γὰρ ποταμὸς οὐδεμιᾶς οὔσης αἰτίας φανερᾶς πολλῷ βαθύτερος ἐγίνετο καὶ τῶν σωμάτων ὅλων καταδυομένων ἅπαντες εἰς πολλὴν ἀμηχανίαν περιέπιπτον.
τῆς δὲ κατὰ τὴν πλήρωσιν αἰτίας ἐπιζητουμένης τὸ μὲν ἀληθὲς ἀσυλλόγιστον ἦν, ἔφασαν δʼ οἱ μὲν ἐν τοῖς ἄνω τόποις ἐγκεχωσμένην διώρυγα πάλιν ἐκφραχθῆναι καὶ συμμιχθεῖσαν τῷ ποταμῷ βαθύτερον πεποιηκέναι τὸν πόρον, οἱ δʼ ὄμβρους ἐν τοῖς ἄνω τόποις γενομένους αὐξῆσαι τὸ μέγεθος τοῦ Νείλου.
τούτων δʼ οὐδέτερον ἦν, ἀλλὰ τοῦ πόρου τὴν μὲν πρώτην διάβασιν ἀσφαλεστέραν συνέβαινε γεγονέναι ἀκεραίου τῆς κατὰ τὴν διάβασιν ἄμμου γεγενημένης, κατὰ δὲ τὰς ἄλλας ὑπὸ τῶν προδιαβεβηκότων ἵππων τε καὶ ἐλεφάντων, ἔτι δὲ πεζῶν τοῖς μὲν ποσὶ τὴν ἄμμον πατουμένην καὶ κινουμένην ὑπὸ τοῦ ῥείθρου κατενεχθῆναι καὶ διὰ τοῦτο κοιλωθέντος τοῦ πόρου βαθυτέραν γενέσθαι τὴν διάβασιν κατὰ μέσον τὸν ποταμόν.
διὰ δὲ ταύτην τὴν αἰτίαν ἀδυνατούσης τῆς λοιπῆς δυνάμεως διαβῆναι τὸν ποταμὸν ὁ Περδίκκας εἰς πολλὴν ἀπορίαν ἐνέπιπτεν καὶ τῶν μὲν διαβεβηκότων οὐκ ἀξιομάχων ὄντων τοῖς πολεμίοις, τῶν δʼ ἐν τῷ πέραν μὴ δυναμένων βοηθεῖν τοῖς ἰδίοις προσέταξεν εἰς τοὐπίσω πάλιν ἀπιέναι πάντας.
διόπερ ἀναγκασθέντων ἁπάντων περαιοῦσθαι τὸ ῥεῖθρον οἱ μὲν ἐπιστάμενοι καλῶς νεῖν καὶ τοῖς σώμασιν ἰσχυρότατοι μετὰ πολλῆς κακοπαθίας διενήξαντο τὸν Νεῖλον, πολλὰ τῶν ὅπλων ἀποβαλόντες, τῶν δʼ ἄλλων διὰ τὴν ἀπειρίαν οἱ μὲν ὑπὸ τοῦ ῥείθρου κατεπόθηαν, οἱ δὲ πρὸς τοὺς πολεμίους ἐξέπεσον, οἱ πλεῖστοι δὲ παρενεχθέντες ἐπὶ πολὺν τόπον ὑπὸ τῶν ἐν τῷ ποταμῷ θηρίων κατεβρώθησαν.
ἀπολομένων δὲ πλειόνων ἢ δισχιλίων, ἐν οἷς καὶ τῶν ἐπιφανῶν τινες ἡγεμόνων ὑπῆρχον, ἀλλοτρίως τὸ πλῆθος ἔσχε πρὸς τὸν Περδίκκαν. ὁ δὲ Πτολεμαῖος τὰ σώματα τῶν πρὸς αὐτὸν ἐκπεσόντων καύσας καὶ τῆς ἁρμοζούσης κηδείας ἀξιώσας ἀπέστειλε τὰ ὀστᾶ πρὸς τοὺς οἰκείους τε καὶ φίλους τῶν τετελευτηκότων.
τούτων δὲ πραχθέντων οἱ παρὰ τῷ Περδίκκᾳ Μακεδόνες πρὸς μὲν τοῦτον πολλῷ μᾶλλον ἀπεθηριώθησαν, πρὸς δὲ τὸν Πτολεμαῖον ἀπέκλιναν ταῖς εὐνοίαις.
ἐπιγενομένης δὲ νυκτὸς πλήρης ἦν ἡ παρεμβολὴ κλαυθμοῦ καὶ πένθους, τοσούτων μὲν ἀνδρῶν ἀλόγως ἀπολωλότων ἄνευ πολεμίας πληγῆς καὶ τούτων οὐκ ἐλαττόνων ἢ χιλίων θηριοβρώτων γεγονότων.
πολλοὶ μὲν οὖν τῶν ἡγεμόνων συνίσταντο καὶ κατηγόρουν τοῦ Περδίκκου, πᾶσα δʼ ἡ φάλαγξ τῶν πεζῶν ἀπαλλοτριωθεῖσα φανερὰν διὰ τῆς ἀπειλούσης φωνῆς τὴν ἰδίαν κατεσκεύασεν ἀλλοτριότητα.
διόπερ πρῶτοι τῶν ἡγεμόνων ἀπέστησαν ὡς ἑκατόν, ὧν ἦν ἐπιφανέστατος Πίθων ὁ τοὺς ἀποστάντας Ἕλληνας καταπολεμήσας, οὐδενὸς δὲ τῶν Ἀλεξάνδρου λειπόμενος φίλων ἀρετῇ τε καὶ δόξῃ· μετὰ δὲ ταῦτα καὶ τῶν ἱππέων τινὲς συμφρονήσαντες ἐπὶ τὴν σκηνὴν τοῦ Περδίκκου κατήντησαν καὶ προσπεσόντες ἀθρόοι κατέσφαξαν τὸν Περδίκκαν.
τῇ δʼ ὑστεραίᾳ γενομένης ἐκκλησίας ὁ Πτολεμαῖος καταβὰς καὶ τοὺς Μακεδόνας ἀσπασάμενος περί τε τῶν καθʼ αὑτὸν ἀπελογήσατο καὶ τῶν ἐπιτηδείων ἐκλελοιπότων ἐχορήγησε σῖτόν τε δαψιλῆ ταῖς δυνάμεσι καὶ τῶν ἄλλων ἐπιτηδείων ἐπλήρωσε τὴν παρεμβολήν. μεγάλης δὲ τυγχάνων ἀποδοχῆς καὶ δυνάμενος παραλαβεῖν τὴν ἐπιμέλειαν τῶν βασιλέων διὰ τὴν τοῦ πλήθους εὔνοιαν τούτου μὲν οὐκ ὠρέχθη, τῷ δὲ Πίθωνι καὶ Ἀρριδαίῳ χάριτας ὀφείλων συγκατεσκεύασε τὴν τῶν ὅλων ἡγεμονίαν·
οἱ γὰρ Μακεδόνες βουλῆς προτεθείσης περὶ τῆς ἡγεμονίας καὶ συμβουλεύσαντος Πτολεμαίου πάντες προθύμως εἵλαντο τῶν βασιλέων ἐπιμελητὰς αὐτοκράτορας Πίθωνα καὶ Ἀρριδαῖον τὸν τὸ σῶμα τοῦ βασιλέως κατακομίσαντα. Περδίκκας μὲν οὖν ἄρξας ἔτη τρία τοῦτον τὸν τρόπον ἀπέβαλε τὴν ἡγεμονίαν ἅμα καὶ τὴν ψυχήν.
μετὰ δὲ τὴν τούτου τελευτὴν εὐθὺς ἧκόν τινες ἀπαγγέλλοντες ὅτι παρατάξεως γενομένης περὶ Καππαδοκίαν Εὐμενὴς νενίκηκε, Κρατερὸς δὲ καὶ Νεοπτόλεμος ἡττηθέντες ἀνῄρηνται. τοῦτο δʼ εἰ δυσὶ πρότερον ἡμέραις ἐγένετο τῆς Περδίκκου τελευτῆς, οὐδεὶς ἂν ἐτόλμησε τὰς χεῖρας Περδίκκᾳ προσενεγκεῖν διὰ τὸ μέγεθος τῆς εὐημερίας.
οἱ δʼ οὖν Μακεδόνες πυθόμενοι τὰ περὶ τὸν Εὐμενῆ κατέγνωσαν αὐτοῦ θάνατον καὶ τῶν περὶ αὐτὸν ἐπιφανῶν ἀνδρῶν πεντήκοντα, ἐν οἷς ἦν καὶ Ἀλκέτας ὁ ἀδελφὸς τοῦ Περδίκκου. ἀπέκτειναν δὲ καὶ τῶν φίλων τοῦ Περδίκκου τοὺς μάλιστα πιστοτάτους καὶ τὴν ἀδελφὴν αὐτοῦ Ἀταλάντην, ἣν ἦν γεγαμηκὼς Ἄτταλος ὁ τοῦ στόλου τὴν ἡγεμονίαν παρειληφώς.
μετὰ δὲ τὴν ἀναίρεσιν τοῦ Περδίκκου Ἄτταλος ὁ τοῦ στόλου τὴν ἡγεμονίαν ἔχων διέτριβε μὲν περὶ τὸ Πηλούσιον, ὡς δʼ ἐπύθετο τὴν τῆς γυναικὸς ἀναίρεσιν καὶ τοῦ Περδίκκου, τὸν στόλον ἀναλαβὼν ἐξέπλευσε καὶ κατήντησεν εἰς Τύρον.
ὁ δὲ τῆς πόλεως ταύτης φρούραρχος Ἀρχέλαος, Μακεδὼν τὸ γένος, τὸν Ἄτταλον φιλοφρόνως ὑπεδέξατο καὶ τήν τε πόλιν παρέδωκεν αὐτῷ καὶ τὰ χρήματα, δεδομένα μὲν ὑπὸ Περδίκκου φυλάττειν, τότε δὲ δικαίως ἀποδεδομένα, τὸ δὲ πλῆθος ὄντα ταλάντων ὀκτακοσίων. ὁ δʼ Ἄτταλος ἐν τῇ Τύρῳ διατρίβων ἀνελάμβανε τῶν Περδίκκου φίλων τοὺς διασωζομένους ἐκ τῆς πρὸς τῇ Μέμφει στρατοπεδείας.
Ἀντιπάτρου δʼ εἰς τὴν Ἀσίαν διαβεβηκότος Αἰτωλοὶ κατὰ τὰς πρὸς Περδίκκαν συνθήκας ἐστράτευσαν εἰς τὴν Θετταλίαν, ἀντιπερισπάσαι βουλόμενοι τὸν Ἀντίπατρον. εἶχον δὲ στρατιώτας πεζοὺς μὲν μυρίους καὶ δισχιλίους, ἱππεῖς δὲ τετρακοσίους, ὧν ἦν στρατηγὸς Ἀλέξανδρος Αἰτωλός.
ἐν παρόδῳ δὲ τοὺς Ἀμφισσεῖς Λοκροὺς πολιορκήσαντες τήν τε χώραν αὐτῶν κατέδραμον καί τινα τῶν πλησίον πολισμάτων εἷλον. ἐνίκησαν δὲ μάχῃ τὸν Ἀντιπάτρου στρατηγὸν Πολυκλῆν καὶ τοῦτόν τε καὶ τῶν στρατιωτῶν οὐκ ὀλίγους ἀνεῖλον· τῶν δὲ ζωγρηθέντων οὓς μὲν ἀπέδοντο, οὓς δὲ ἀπελύτρωσαν.
μετὰ δὲ ταῦτα εἰς Θετταλίαν ἐμβαλόντες τοὺς πλείστους τῶν Θετταλῶν ἔπεισαν κοινωνεῖν τοῦ πρὸς Ἀντίπατρον πολέμου· καὶ ταχέως ἠθροίσθησαν οἱ πάντες πεζοὶ μὲν δισμύριοι πεντακισχίλιοι, ἱππεῖς δὲ χίλιοι πεντακόσιοι.
τούτων δὲ προσαγομένων τὰς πόλεις Ἀκαρνᾶνες ἀλλοτρίως ἔχοντες πρὸς Αἰτωλοὺς ἐνέβαλον εἰς τὴν Αἰτωλίαν καὶ τήν τε χώραν ἐδῄουν καὶ τὰς πόλεις ἐπολιόρκουν.
οἱ δὲ Αἰτωλοὶ πυθόμενοι τὰς ἰδίας πατρίδας κινδυνεύειν τοὺς μὲν ἄλλους στρατιώτας ἀπέλιπον ἐν Θετταλίᾳ, Μένωνα τὸν Φαρσάλιον ἐπιστήσαντες στρατηγόν, αὐτοὶ δὲ τοὺς πολιτικοὺς ἀναλαβόντες ἧκον συντόμως εἰς τὴν Αἰτωλίαν καὶ τοὺς Ἀκαρνᾶνας καταπληξάμενοι τὰς πατρίδας ἠλευθέρωσαν τῶν κινδύνων.
τούτων δὲ περὶ ταῦτα ἀσχολουμένων Πολυπέρχων ὁ καταλελειμμένος ἐν Μακεδονίᾳ στρατηγὸς ἧκεν εἰς τὴν Θετταλίαν μετὰ δυνάμεως ἀξιολόγου, νικήσας δὲ παρατάξει τοὺς πολεμίους τόν τε στρατηγὸν Μένωνα ἀνεῖλε καὶ τῶν ἄλλων κατέκοψε τοὺς πλείστους καὶ τὴν Θετταλίαν ἀνεκτήσατο.
κατὰ δὲ τὴν Ἀσίαν Ἀρριδαῖος καὶ Πίθων οἱ τῶν βασιλέων ἐπιμεληταὶ ἀναζεύξαντες ἀπὸ τοῦ Νείλου μετὰ τῶν βασιλέων καὶ τῆς δυνάμεως ἧκον εἰς Τριπαράδεισον τῆς ἄνω Συρίας.
ἐνταῦθα δὲ Εὐρυδίκης τῆς βασιλίσσης πολλὰ περιεργαζομένης καὶ ταῖς τῶν ἐπιμελητῶν ἐπιβολαῖς ἀντιπραττούσης οἱ μὲν περὶ τὸν Πίθωνα δυσχρηστούμενοι καὶ τοὺς Μακεδόνας ὁρῶντες τοῖς ἐκείνης προστάγμασιν ἀεὶ μᾶλλον προσέχοντας συνήγαγον ἐκκλησίαν καὶ τὴν ἐπιμέλειαν ἀπείπαντο,
οἱ δὲ Μακεδόνες ἐπιμελητὴν εἵλαντο τὸν Ἀντίπατρον αὐτοκράτορα. οὗτος δὲ μετʼ ὀλίγας ἡμέρας καταντήσας εἰς Τριπαράδεισον κατέλαβε τὴν Εὐρυδίκην στασιάζουσαν καὶ τοὺς Μακεδόνας ἀπαλλοτριοῦσαν ἀπὸ τοῦ Ἀντιπάτρου.
ταραχῆς δὲ μεγάλης οὔσης ἐν ταῖς δυνάμεσι καὶ κοινῆς ἐκκλησίας συναχθείσης ὁ μὲν Ἀντίπατρος διαλεχθεὶς τοῖς πλήθεσι τὴν μὲν ταραχὴν κατέπαυσε, τὴν δʼ Εὐρυδίκην καταπληξάμενος ἔπεισε τὴν ἡσυχίαν ἄγειν.
μετὰ δὲ ταῦτα τὰς σατραπείας ἐξ ἀρχῆς ἐμερίσατο καὶ Πτολεμαίῳ μὲν τὴν προϋπάρχουσαν προσώρισεν· ἀδύνατον γὰρ ἦν τοῦτον μεταθεῖναι διὰ τὸ δοκεῖν τὴν Αἴγυπτον διὰ τῆς ἰδίας ἀνδρείας ἔχειν οἱονεὶ δορίκτητον.
καὶ Λαομέδοντι μὲν τῷ Μιτυληναίῳ Συρίαν ἔδωκε, Φιλοξένῳ δὲ τὴν Κιλικίαν, τῶν δʼ ἄνω σατραπειῶν Μεσοποταμίαν μὲν καὶ τὴν Ἀρβηλῖτιν Ἀμφιμάχῳ, τὴν δὲ Βαβυλωνίαν Σελεύκῳ, Ἀντιγένει δὲ τὴν Σουσιανὴν διὰ τὸ τοῦτον πρῶτον πεποιῆσθαι τὴν ἐπὶ τὸν Περδίκκαν ἐπίθεσιν, Πευκέστῃ δὲ τὴν Περσίδα, Τληπολέμῳ δὲ τὴν Καρμανίαν, Πίθωνι δὲ Μηδίαν, Φιλίππῳ δὲ τὴν Παρθυαίαν, Ἀρίαν δὲ καὶ Δραγγηνὴν Στασάνδρῳ τῷ Κυπρίῳ, τὴν δὲ Βακτριανὴν καὶ Σογδιανὴν Στασάνορι τῷ Σολίῳ ἀπὸ τῆς αὐτῆς ὄντι νήσου. Παροπανισάδας δὲ Ὀξυάρτῃ προσώρισε τῷ Ῥωξάνης πατρὶ τῆς Ἀλεξάνδρου γυναικός, τῆς δὲ Ἰνδικῆς τὰ μὲν συνορίζοντα Παροπανισάδαις Πίθωνι τῷ Ἀγήνορος, τὰς δʼ ἐχομένας βασιλείας τὴν μὲν παρὰ τὸν Ἰνδὸν ποταμὸν Πώρῳ, τὴν δὲ παρὰ τὸν Ὑδάσπην Ταξίλῃ ʽοὐ γὰρ ἦν τούτους τοὺς βασιλεῖς μετακινῆσαι χωρὶς βασιλικῆς δυνάμεως καὶ ἡγεμόνος ἐπιφανοῦσʼ, τῶν δὲ πρὸς τὴν ἄρκτον κεκλιμένων Καππαδοκίαν μὲν Νικάνορι, Φρυγίαν δὲ τὴν μεγάλην καὶ Λυκίαν Ἀντιγόνῳ, καθάπερ πρότερον ἔσχε, Καρίαν δὲ Κασάνδρῳ, Λυδίαν δὲ Κλείτῳ, Φρυγίαν δὲ τὴν ἐφʼ Ἑλλησπόντῳ Ἀρριδαίῳ.
στρατηγὸν δὲ τῆς βασιλικῆς δυνάμεως ἀπέδειξεν Ἀντίγονον, ᾧ προστεταγμένον ἦν καταπολεμῆσαι Εὐμενῆ τε καὶ Ἀλκέταν· παρέζευξε δὲ τῷ Ἀντιγόνῳ χιλίαρχον τὸν υἱὸν Κάσανδρον, ὅπως μὴ δύνηται διαλαθεῖν ἰδιοπραγῶν. αὐτὸς δὲ τοὺς βασιλεῖς ἀναλαβὼν καὶ τὴν ἰδίαν δύναμιν προῆγεν ἐπὶ Μακεδονίαν, κατάξων τοὺς βασιλεῖς ἐπὶ τὴν πατρίδα.
Ἀντίγονος δὲ ἐπὶ τῆς Ἀσίας ἀποδεδειγμένος στρατηγὸς διαπολεμήσων πρὸς Εὐμενῆ ἤθροισεν ἐκ τῆς χειμασίας τὰς δυνάμεις. παρασκευασάμενος δὲ τὰ πρὸς τὴν μάχην προῆγεν ἐπὶ τὸν Εὐμενῆ, διατρίβοντα περὶ Καππαδοκίαν.
ὁ δʼ Εὐμενὴς, ἀποστάντος ἀπʼ αὐτοῦ τινος τῶν ἐπιφανῶν ἡγεμόνων ὀνόματι Περδίκκου, στρατοπεδεύοντος ἀπὸ τριῶν ἡμερῶν ὁδοῦ μετὰ τῶν συναποστάντων στρατιωτῶν πεζῶν μὲν τρισχιλίων, ἱππέων δὲ πεντακοσίων, ἐξέπεμψεν ἐπʼ αὐτὸν Φοίνικα τὸν Τενέδιον, ἔχοντα πεζοὺς μὲν ἐπιλέκτους τετρακισχιλίους, ἱππεῖς δὲ χιλίους.
οὗτος δὲ νυκτοπορίᾳ συντόνῳ χρησάμενος προσέπεσε τοῖς ἀποστάταις ἀπροσδοκήτως περὶ δευτέραν φυλακὴν νυκτερινήν· καταλαβὼν δʼ αὐτοὺς κοιμωμένους τόν τε Περδίκκαν ἐζώγρησε καὶ τῆς δυνάμεως ἐγκρατὴς ἐγένετο.
Εὐμενὴς δὲ τοὺς αἰτιωτάτους τῆς ἀποστάσεως ἡγεμόνας ἐθανάτωσε· τοὺς δὲ στρατιώτας τοῖς ἄλλοις ἀναμίξας καὶ φιλανθρώπως προσενεχθεὶς ἰδίους ταῖς εὐνοίαις ἐποιήσατο.
μετὰ δὲ ταῦθʼ ὁ μὲν Ἀντίγονος διαπεμψάμενος πρὸς Ἀπολλωνίδην τινά, τῶν ἱππέων ἀφηγούμενον παρʼ Εὐμενεῖ, μεγάλαις ἐπαγγελίαις διʼ ἀπορρήτων ἔπεισε προδότην γενέσθαι καὶ κατὰ τὴν μάχην αὐτομολῆσαι.
τοῦ δʼ Εὐμενοῦς στρατοπεδεύοντος τῆς Καππαδοκίας ἔν τισιν εὐθέτοις πεδίοις πρὸς ἱππομαχίαν ἐπιβαλὼν ὁ Ἀντίγονος μετὰ πάσης τῆς δυνάμεως κατελάβετο τὴν ὑπερκειμένην τῶν πεδίων ὑπωρίαν.
εἶχε δʼ ὁ μὲν Ἀντίγονος κατʼ ἐκείνους τοὺς καιροὺς πεζοὺς μὲν πλείω τῶν μυρίων, ὧν ἦσαν οἱ ἡμίσεις Μακεδόνες, θαυμαστοὶ κατὰ τὰς ἀνδραγαθίας, ἱππεῖς δὲ δισχιλίους, ἐλέφαντας δὲ τριάκοντα, ὁ δʼ Εὐμενὴς πεζοὺς μὲν οὐκ ἐλάττους τῶν δισμυρίων, ἱππεῖς δὲ πεντακισχιλίους.
γενομένης δὲ μάχης ἰσχυρᾶς καὶ τοῦ Ἀπολλωνίδου μετὰ τῶν περὶ αὐτὸν ἱππέων ποιήσαντος ἀλόγως ἀπὸ τῶν ἰδίων διάστασιν ἐνίκησεν ὁ Ἀντίγονος καὶ ἀνεῖλεν τῶν ἐναντίων εἰς ὀκτακισχιλίους. ἐκυρίευσε δὲ καὶ τῆς ἀποσκευῆς ἁπάσης, ὥστε τοὺς περὶ τὸν Εὐμενῆ στρατιώτας διὰ μὲν τὴν ἧτταν καταπλαγῆναι, διὰ δὲ τὴν ἀπώλειαν τῆς ἀποσκευῆς ἀθυμῆσαι.