Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 18

3.3 ἔπεμψε δὲ τοῖς Ῥοδίοις καὶ Κάσανδρος κριθῶν μεδίμνους μυρίους καὶ Λυσίμαχος πυρῶν μεδίμνους τετρακισμυρίους καὶ κριθῶν τοὺς ἴσους. τηλικαύτης οὖν χορηγίας τοῖς κατὰ τὴν πόλιν γενομένης ἤδη κάμνοντες ταῖς ψυχαῖς οἱ πολιορκούμενοι πάλιν ἀνεθάρρησαν καὶ κρίναντες συμφέρειν ἐπιθέσθαι ταῖς μηχαναῖς τῶν πολεμίων πυρφόρων τε πλῆθος παρεσκευάσαντο καὶ τοὺς πετροβόλους καὶ τοὺς ὀξυβελεῖς ἔστησαν ἅπαντας ἐπὶ τοῦ τείχους.
arg. ὡς Ἀγησίλαος ἐνίκησε μάχῃ τοὺς Πέρσας ἡγουμένου Φαρναβάζου.
3.4 νυκτὸς δʼ ἐπιγενομένης περὶ δευτέραν φυλακὴν ἄφνω τοῖς μὲν πυρφόροις συνεχῶς τὴν ἑλέπολιν ἔβαλλον, τοῖς δʼ ἄλλοις βέλεσι παντοίοις χρώμενοι τοὺς ἐκεῖ συντρέχοντας κατετίτρωσκον.
arg. περὶ τοῦ Βοιωτικοῦ πολέμου καὶ τῶν πραχθέντων ἐν αὐτῷ.
3.5 οἱ δὲ περὶ τὸν Δημήτριον ἀνελπίστου τῆς ἐπιθέσεως γενομένης ἀγωνιάσαντες περὶ τῶν κατασκευασθέντων ἔργων συνέτρεχον ἐπὶ τὴν βοήθειαν.
arg. ὡς Κόνων ὑπὸ Περσῶν κατασταθεὶς στρατηγὸς τὰ τείχη τῶν Ἀθηναίων ἀνῳκοδόμησεν.
3.6 ἀσελήνου δὲ τῆς νυκτὸς οὔσης οἱ μὲν πυρφόροι διέλαμπον φερόμενοι βιαίως, οἱ δʼ ὀξυβελεῖς καὶ πετροβόλοι τὴν φορὰν ἀπροόρατον ἔχοντες πολλοὺς διέφθειρον τῶν μὴ δυναμένων συνιδεῖν τὴν ἐπιφερομένην πληγήν.
arg. ὡς περὶ Κόρινθον Λακεδαιμόνιοι Βοιωτοὺς ἐνίκησαν καὶ ὁ πόλεμος οὗτος ἐκλήθη Κορινθιακός.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme