Book 18
42.5
τοῖς δὲ στρατιώταις ἅπασι τὰς αὐτὰς τροφὰς παρείχετο, μετέχων αὐτὸς τῆς λιτότητος, καὶ διὰ τῆς ὁμοίας συμπεριφορᾶς πολλὴν εὔνοιαν ἑαυτῷ, τοῖς δὲ συμπεφευγόσι πᾶσιν ὁμόνοιαν συγκατεσκεύασε. καὶ τὰ μὲν κατὰ τὸν Εὐμενῆ καὶ τοὺς συμπεφευγότας εἰς τὴν πέτραν ἐν τούτοις ἦν.
43.1
κατὰ δὲ τὴν Αἴγυπτον Πτολεμαῖος παραδόξως ἀποτετριμμένος τόν τε Περδίκκαν καὶ τὰς βασιλικὰς δυνάμεις τὴν μὲν Αἴγυπτον ὡσανεί τινα βασιλείαν δορίκτητον εἶχεν. ὁρῶν δὲ τήν τε Φοινίκην καὶ τὴν Κοίλην ὀνομαζομένην Συρίαν εὐφυῶς κειμένας κατὰ τῆς Αἰγύπτου πολλὴν εἰσεφέρετο σπουδὴν κυριεῦσαι τούτων τῶν τόπων.
43.2
ἐξαπέστειλεν οὖν τὴν ἱκανὴν δύναμιν καὶ στρατηγόν, ἕνα τῶν φίλων προχειρισάμενος, Νικάνορα. οὗτος δὲ στρατεύσας εἰς τὴν Συρίαν Λαομέδοντα μὲν τὸν σατράπην ἐζώγρησε, τὴν δὲ Συρίαν ἅπασαν ἐχειρώσατο. ὁμοίως δὲ καὶ τὰς κατὰ τὴν Φοινίκην πόλεις προσαγαγόμενος καὶ ποιήσας ἐμφρούρους ἐπανῆλθεν εἰς τὴν Αἴγυπτον, σύντομον τὴν στρατείαν καὶ πρακτικὴν πεποιημένος.
44.1
ἐπʼ ἄρχοντος δʼ Ἀθήνησιν Ἀπολλοδώρου Ῥωμαῖοι κατέστησαν ὑπάτους Κόιντον Ποπίλλιον καὶ Κόιντον Πόπλιον. ἐπὶ δὲ τούτων Ἀντίγονος καταπεπολεμηκὼς τοὺς περὶ τὸν Εὐμενῆ ἔκρινε στρατεύειν ἐπὶ τὸν Ἀλκέταν καὶ Ἄτταλον· οὗτοι γὰρ ὑπελείποντο τῶν Περδίκκου φίλων καὶ οἰκείων ἡγεμόνες μὲν ἀξιόλογοι, στρατιώτας δʼ ἔχοντες ἱκανοὺς ἀμφισβητῆσαι πραγμάτων. ἀναζεύξας οὖν μετὰ πάσης τῆς δυνάμεως ἐκ Καππαδοκίας προῆγεν ἐπὶ τὴν Πισιδικήν, ἐν ᾗ συνέβαινε διατρίβειν τοὺς περὶ τὸν Ἀλκέταν.