Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 18

113.2 ἐξέπεμψαν δὲ καὶ τῶν νεῶν ἐννέα, διακελευσάμενοι τοὺς ἀφηγουμένους πανταχῇ πλεῖν καὶ παραδόξως ἐπιφαινομένους ἃ μὲν βυθίζειν τῶν ἁλισκομένων πλοίων, ἃ δὲ κατάγειν εἰς τὴν πόλιν. ἐκπλευσάντων δὲ τούτων καὶ τριχῇ διαιρεθέντων Δαμόφιλος μὲν ἔχων ναῦς τὰς καλουμένας παρὰ Ῥοδίοις φυλακίδας ἔπλευσεν εἰς Κάρπαθον καὶ πολλὰ μὲν πλοῖα τῶν Δημητρίου καταλαβών, ἃ μὲν τοῖς ἐμβόλοις θραύων κατεπόντιζεν, ἃ δʼ ἐπὶ τὸν αἰγιαλὸν κομίζων ἐνεπύριζεν, ἐκλεγόμενος τῶν σωμάτων τὰ χρησιμώτατα, οὐκ ὀλίγα δὲ τῶν κομιζόντων τοὺς ἐκ τῆς νήσου καρποὺς κατήγαγεν εἰς τὴν πατρίδα.
arg. ὡς Καρχηδόνιοι τριάκοντα μυριάσι διαβάντες εἰς τὴν Σικελίαν ἐπολέμουν πρὸς Διονύσιον.
113.3 Μενέδημος δὲ τριῶν ἀφηγούμενος τριημιολιῶν πλεύσας τῆς Λυκίας ἐπὶ τὰ Πάταρα καὶ καταλαβὼν ὁρμοῦσαν ναῦν τοῦ πληρώματος ἐπὶ γῆς ὄντος ἐνεπύρισε τὸ σκάφος, πολλὰ δὲ πλοῖα τῶν κομιζόντων τὴν ἀγορὰν ἐπὶ τὸ στρατόπεδον ὑποχείρια λαβὼν ἐξαπέστειλεν εἰς τὴν Ῥόδον.
arg. Διονυσίου ἀποχώρησις εἰς τὰς Συρακούσας.
113.4 εἷλε δὲ καὶ τετρήρη πλέουσαν μὲν ἐκ Κιλικίας, ἔχουσαν δʼ ἐσθῆτα βασιλικὴν καὶ τὴν ἄλλην ἀποσκευήν, ἣν ἡ γυνὴ Δημητρίου Φίλα παρασκευασαμένη φιλοτιμότερον ἀπεστάλκει τἀνδρί. τὸν μὲν οὖν ἱματισμὸν ἀπέστειλεν εἰς Αἴγυπτον, οὐσῶν τῶν στολῶν ἁλουργῶν καὶ βασιλεῖ φορεῖν πρεπουσῶν, τὴν δὲ ναῦν ἐνεώλκησεν καὶ τοὺς ναύτας ἀπέδοτο τούς τʼ ἐκ τῆς τετρήρους καὶ τοὺς ἐκ τῶν ἄλλων πλοίων τῶν ἁλόντων.
arg. Καρχηδονίων στρατεία ἐπὶ τὸν πορθμόν, καὶ ἅλωσις τῆς Μεσσήνης.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme