Book 18
2.3
ὁ δὲ Μελέαγρος ὡς ἧκεν πρὸς τοὺς φαλαγγίτας, τῆς μὲν πρεσβείας οὐδεμίαν ἐποιήσατο μνείαν, τοὐναντίον δʼ ἐπαινέσας αὐτοὺς ἐπὶ τοῖς δεδογμένοις παρώξυνε κατὰ τῶν ἐναντιουμένων. διόπερ οἱ Μακεδόνες ἡγεμόνα καταστήσαντες ἑαυτῶν τὸν Μελέαγρον προῆγον πρὸς τοὺς ἀντιλέγοντας μετὰ τῶν ὅπλων.
2.4
τῶν δὲ σωματοφυλάκων ἀποχωρησάντων ἐκ τῆς Βαβυλῶνος καὶ παρασκευαζομένων εἰς πόλεμον οἱ χαριέστατοι τῶν ἀνδρῶν ἔπεισαν αὐτοὺς ὁμονοῆσαι. εὐθὺ δὲ βασιλέα κατέστησαν τὸν Φιλίππου υἱὸν Ἀρριδαῖον καὶ μετωνόμασαν Φίλιππον, ἐπιμελητὴν δὲ τῆς βασιλείας Περδίκκαν, ᾧ καὶ ὁ βασιλεὺς τὸν δακτύλιον τελευτῶν δεδώκει, τοὺς δὲ ἀξιολογωτάτους τῶν φίλων καὶ σωματοφυλάκων παραλαβεῖν τὰς σατραπείας καὶ ὑπακούειν τῷ τε βασιλεῖ καὶ τῷ Περδίκκᾳ.
3.1
οὗτος δὲ παραλαβὼν τὴν τῶν ὅλων ἡγεμονίαν καὶ συνεδρεύσας μετὰ τῶν ἡγεμόνων Πτολεμαίῳ μὲν τῷ Λάγου τὴν Αἴγυπτον ἔδωκεν, Λαομέδοντι δὲ τῷ Μιτυληναίῳ Συρίαν, Φιλώτᾳ δὲ Κιλικίαν καὶ Πίθωνι μὲν Μηδίαν, Εὐμενεῖ δὲ Παφλαγονίαν καὶ Καππαδοκίαν καὶ πάσας τὰς συνοριζούσας ταύταις χώρας, ἃς Ἀλέξανδρος οὐκ ἐπῆλθεν ἐκκλεισθεὶς ὑπὸ τῶν καιρῶν, ὅτε διεπολέμει πρὸς Δαρεῖον, Ἀντιγόνῳ δὲ Παμφυλίαν καὶ Λυκίαν καὶ τὴν μεγάλην καλουμένην Φρυγίαν, μετὰ δὲ ταῦτα Κασάνδρῳ μὲν Καρίαν, Μελεάγρῳ δὲ Λυδίαν, Λεοννάτῳ δὲ τὴν ἐφʼ Ἑλλησπόντῳ Φρυγίαν. αὗται μὲν οὖν αἱ σατραπεῖαι τοῦτον τὸν τρόπον ἐμερίσθησαν.