Book 18
108.3
συνεχοῦς οὖν καὶ καταπληκτικῆς γενομένης τῆς προσβολῆς οἱ μὲν παρὰ τοῖς Ῥοδίοις ναύκληροι διαγωνιάσαντες περὶ τῶν πλοίων κατέσβεσαν τοὺς πυρφόρους, οἱ δὲ πρυτάνεις κινδυνεύοντος ἁλῶναι τοῦ λιμένος παρεκάλεσαν τοὺς ἀρίστους τῶν πολιτῶν τὸν ὑπὲρ τῆς κοινῆς σωτηρίας ὑπομεῖναι κίνδυνον.
112.2
ἀνελογίζοντο γὰρ τὴν βραδυτῆτα τῆς βοηθείας, τὸ μηδένα πεπτωκέναι τῶν μισθοφόρων, τὸ μηδενὸς ἁδροῦ πταίσματος γεγενημένου φυγεῖν ἀλόγως, τὸ δὲ μέγιστον, τὸ μηδένα τῶν πολεμίων ἐπηκολουθηκέναι· ὥστε τοῖς πρότερον ἐπιθυμοῦσι καιρὸν λαβεῖν τῆς ἀποστάσεως καθάπερ θεῶν προνοίᾳ πάντα ὑπουργεῖν πρὸς τὴν κατάλυσιν τῆς δυναστείας.
108.4
πολλῶν οὖν προθύμως ὑπακουόντων τρεῖς ναῦς τὰς κρατίστας ἐπλήρωσαν ἐπιλέκτων ἀνδρῶν, οἷς παρήγγειλαν πειρᾶσθαι τοῖς ἐμβόλοις βυθίσαι τὰ πλοῖα τὰ τὰς μηχανὰς κομίζοντα τῶν πολεμίων.
112.3
οἱ μὲν οὖν Ἰταλιῶται καταλιπόντες αὐτὸν ἐπʼ οἴκου διὰ τῆς μεσογείου τὴν πορείαν ἐποιήσαντο, οἱ δὲ τῶν Συρακοσίων ἱππεῖς τὸ μὲν πρῶτον ἐπετήρουν, εἰ δύναιντο κατὰ τὴν ὁδὸν ἀνελεῖν τὸν τύραννον· ὡς δὲ ἑώρων οὐκ ἀπολείποντας αὐτὸν τοὺς μισθοφόρους, ὁμοθυμαδὸν ἀφίππευσαν εἰς τὰς Συρακούσας.
108.5
οὗτοι μὲν οὖν, καίπερ πολλῶν ἐπʼ αὐτοὺς φερομένων βελῶν, ὠσάμενοι τὸ μὲν πρῶτον τὸν σεσιδηρωμένον χάρακα διέσπασαν, τοῖς δὲ πλοίοις πολλὰς ἐμβολὰς δόντες καὶ θαλάττης αὐτὰ πληρώσαντες δύο μὲν τῶν μηχανῶν κατέβαλον, τῆς δὲ τρίτης ὑπὸ τῶν περὶ τὸν Δημήτριον εἰς τοὐπίσω τοῖς ῥύμασιν ἑλκομένης οἱ μὲν Ῥόδιοι θαρρήσαντες τοῖς κατωρθωμένοις θρασύτερον τοῦ καθήκοντος προέπιπτον εἰς τὸν κίνδυνον.