Book 18
87.4
τοιούτων δὲ γενομένων τοῖς ἔξωθεν ἐλαττωμάτων ὁ μὲν Δημήτριος ἀπεκόμισε τὰς μηχανὰς εἰς τὸν ἴδιον λιμένα καὶ τὰ πεπονηκότα τῶν πλοίων καὶ μηχανῶν ἐπεσκεύασεν, οἱ δὲ Ῥόδιοι τοὺς μὲν τελευτήσαντας τῶν πολιτῶν ἔθαψαν, τὰ δὲ ὅπλα τῶν πολεμίων καὶ τὰ ἀκροστόλια τοῖς θεοῖς ἀνέθηκαν, τὰ δὲ διὰ τῶν πετροβόλων πεπτωκότα τῶν τειχῶν ἀνῳκοδόμουν.
12.5
οὐ μὴν ἀλλὰ δυεῖν πόλεων ἐξοριζομένων ἔγεμεν ἡ χώρα γυναικῶν καὶ παίδων καὶ τῶν ἄλλων ὄχλων· ἃ θεωροῦντες οἱ στρατιῶται διʼ ὀργῆς μὲν εἶχον τὸν Διονύσιον, ἠλέουν δὲ τὰς τῶν ἀκληρούντων τύχας·
108.1
Δημήτριος δὲ περὶ τὴν ἐπισκευὴν τῶν μηχανῶν καὶ τῶν πλοίων ἡμέρας ἑπτὰ γενόμενος καὶ πάντα τὰ πρὸς τὴν πολιορκίαν παρασκευασάμενος πάλιν ἐπέπλευσε τῷ λιμένι· πᾶσα γὰρ ἦν ἡ σπουδὴ περὶ τὸ κρατῆσαι τούτου καὶ τῆς σιτοπομπείας ἀποκλεῖσαι τοὺς κατὰ τὴν πόλιν.
12.6
ἑώρων γὰρ παῖδας ἐλευθέρους καὶ παρθένους ἐπιγάμους ἀναξίως τῆς ἡλικίας ὡς ἔτυχε κατὰ τὴν ὁδὸν ὡρμημένας, ἐπειδὴ τὴν σεμνότητα καὶ τὴν πρὸς τοὺς ἀλλοτρίους ἐντροπὴν ὁ καιρὸς ἀφῃρεῖτο. παραπλησίως δὲ καὶ τοῖς πρεσβυτέροις συνήλγουν, βλέποντες παρὰ φύσιν ἀναγκαζομένους ἅμα τοῖς ἀκμάζουσιν ἐπισπεύδειν.
108.2
γενόμενος δʼ ἐντὸς βέλους τοῖς μὲν πυρφόροις πολλοῖς οὖσιν εἰς τὰ διωρμισμένα πλοῖα τῶν Ῥοδίων ἐνέβαλε, τοῖς δὲ πετροβόλοις τὰ τείχη διέσεισε, τοῖς δʼ ὀξυβελέσι τὰ φαινόμενα τῶν σωμάτων κατετίτρωσκε.
112.1
ἐφʼ οἷς ἐξεκάετο τὸ κατὰ τοῦ Διονυσίου μῖσος· καὶ γὰρ ὑπελάμβανον αὐτὸν ἐκ συνθέσεως τοῦτο πεποιηκέναι πρὸς τὸ τῷ Καρχηδονίων φόβῳ τῶν ἄλλων πόλεων ἀσφαλῶς δυναστεύειν.