Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 18

24.1 κατὰ δὲ τούτους τοὺς καιροὺς Ἀντίπατρος καὶ Κρατερὸς ἐπὶ τοὺς Αἰτωλοὺς ἐστράτευσαν, ἔχοντες πεζοὺς μὲν τρισμυρίους, ἱππεῖς δὲ δισχιλίους καὶ πεντακοσίους· οὗτοι γὰρ τῶν ἐν τῷ Λαμιακῷ πολέμῳ διαπολεμησάντων ὑπόλοιποι διέμενον ἀχείρωτοι.
24.2 οἱ δὲ Αἰτωλοὶ τηλικούτων δυνάμεων ἐπʼ αὐτοὺς ὡρμημένων οὐ κατεπλάγησαν ταῖς ψυχαῖς, ἀλλὰ τοὺς μὲν ἀκμάζοντας ταῖς ἡλικίαις ἀθροίσαντες εἰς μυρίους κατέφυγον εἰς τοὺς ὀρεινοὺς καὶ τραχεῖς τόπους, εἰς οὓς τέκνα καὶ γυναῖκας καὶ τοὺς γεγηρακότας καὶ τὸ τῶν χρημάτων πλῆθος ἀπέθεντο, καὶ τὰς μὲν ἀνωχύρους πόλεις ἐξέλιπον, τὰς δὲ ὀχυρότητι διαφερούσας φρουραῖς ἀξιολόγοις διαλαβόντες εὐτόλμως ὑπέμενον τὴν τῶν πολεμίων ἔφοδον.
25.1 οἱ δὲ περὶ τὸν Ἀντίπατρον καὶ Κρατερὸν εἰσβαλόντες εἰς τὴν Αἰτωλίαν καὶ τὰς εὐχειρώτους πόλεις ὁρῶντες ἐρήμους ὥρμησαν ἐπὶ τοὺς ἀνακεχωρηκότας εἰς τὰς δυσχωρίας. τὸ μὲν οὖν πρῶτον οἱ Μακεδόνες πρὸς τόπους ὀχυροὺς καὶ τραχεῖς βιαζόμενοι πολλοὺς τῶν στρατιωτῶν ἀπέβαλον· ἡ γὰρ τόλμα τῶν Αἰτωλῶν προσλαβοῦσα τὴν ἐν τοῖς τόποις ὀχυρότητα ῥᾳδίως ἠμύνετο τοὺς διὰ τὴν προπέτειαν εἰς ἀβοηθήτους κινδύνους προπίπτοντας· μετὰ δὲ ταῦτα τῶν περὶ Κρατερὸν στεγνὰ κατασκευασάντων καὶ συναναγκαζόντων τοὺς πολεμίους μένειν τὸν χειμῶνα καὶ διακαρτερεῖν ἐν τόποις χιονοβολουμένοις καὶ τροφῆς ἐνδεέσιν εἰς τοὺς ἐσχάτους ἦλθον κινδύνους·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme