Book 18
21.9
Ὀφέλλας δὲ καταπολεμήσας τὸν Θίβρωνα καὶ ζωγρήσας, ἔτι δὲ τῶν πόλεων ἐγκρατὴς γενόμενος παρέδωκε τάς τε πόλεις καὶ τὴν χώραν Πτολεμαίῳ τῷ βασιλεῖ. οἱ μὲν οὖν Κυρηναῖοι καὶ αἱ περιοικοῦσαι πόλεις τοῦτον τὸν τρόπον ἀποβαλοῦσαι τὴν ἐλευθερίαν ὑπὸ τὴν Πτολεμαϊκὴν βασιλείαν ἐτάχθησαν.
22.1
Περδίκκας δὲ καὶ ὁ βασιλεὺς Φίλιππος καταπεπολεμηκότες Ἀριαράθην καὶ τὴν σατραπείαν αὐτοῦ Εὐμενεῖ παραδόντες ἐχωρίσθησαν ἐκ τῆς Καππαδοκίας. καταντήσαντες δὲ εἰς τὴν Πισιδικὴν ἔκριναν ἀναστάτους ποιῆσαι δύο πόλεις, τήν τε τῶν Λαρανδέων καὶ τὴν τῶν Ἰσαυρέων· αὗται γὰρ ἔτι ζῶντος Ἀλεξάνδρου Βάλακρον τὸν Νικάνορος ἀπέκτειναν, ἀποδεδειγμένον στρατηγὸν ἅμα καὶ σατράπην.
22.2
τὴν μὲν οὖν τῶν Λαρανδέων πόλιν ἐξ ἐφόδου χειρωσάμενοι καὶ τοὺς ἡβῶντας κατασφάξαντες, τοὺς δʼ ἄλλους ἐξανδραποδισάμενοι κατέσκαψαν· τὴν δὲ τῶν Ἰσαυρέων, οὖσαν ὀχυρὰν καὶ μεγάλην, ἔτι δὲ πλήθουσαν ἀλκίμων ἀνδρῶν, ἐπὶ μὲν ἡμέραις δύο πολιορκήσαντες ἐνεργῶς καὶ πολλοὺς τῶν ἰδίων ἀποβαλόντες ἀνεχώρησαν·
22.3
οἱ γὰρ ἐγχώριοι βελῶν καὶ τῶν ἄλλων τῶν πρὸς πολιορκίαν ἀνηκόντων εὐποροῦντες, ἔτι δὲ ταῖς ψυχαῖς ὑπομένοντες τὸ δεινὸν παραστατικῶς ἑτοίμως ὑπὲρ τῆς ἐλευθερίας ἀπέθνησκον.