Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 18

20.2 κατηγορήσας δὲ πολλὰ τοῦ Θίβρωνος εἰς ὠμότητα καὶ ἀπιστίαν ἔπεισε λῦσαι τὰς ὁμολογίας καὶ τῆς ἐλευθερίας ἀντέχεσθαι. διὸ καὶ ταλάντων ἑξήκοντα μόνον ἀποδεδομένων, τῶν δὲ λοιπῶν χρημάτων οὐ διδομένων ὁ μὲν Θίβρων ἐγκαλέσας τοῖς ἀφεστηκόσι συνέλαβε τῶν Κυρηναίων τοὺς παρόντας ἐν τῷ λιμένι, ὄντας περὶ ὀγδοήκοντα, εὐθὺ δὲ τὴν δύναμιν ἐπαγαγὼν ἐπὶ τὴν πόλιν ἐπολιόρκει τὴν Κυρήνην· οὐδὲν δὲ δυνάμενος πρᾶξαι πάλιν πρὸς τὸν λιμένα ἐπανῆλθε.
20.3 τῶν δὲ Βαρκαίων καὶ τῶν Ἑσπεριτῶν συμμαχούντων τῷ Θίβρωνι Κυρηναῖοι μέρος μὲν τῆς δυνάμεως ἀπέλιπον ἐν τῇ Κυρήνῃ, τῷ μέρει δὲ στρατεύσαντες ἐπόρθουν τὴν τῶν ἀστυγειτόνων χώραν.
20.4 τούτων δʼ ἐπικαλεσαμένων βοηθεῖν τὸν Θίβρωνα ἅπαντας τοὺς στρατιώτας ἐξήγαγεν ἐπὶ τὴν συμμαχίαν. καθʼ ὃν δὴ χρόνον ὁ Κρὴς συλλογισάμενος τὴν ἐρημίαν τοῦ λιμένος ἔπεισε τοὺς ἐν Κυρήνῃ καταλειφθέντας ἐπιθέσθαι τῷ λιμένι.
20.5 ὑπακουσάντων δʼ εὐδὺς αὐτὸς καθηγούμενος ἐπέθετο τῷ λιμένι καὶ διὰ τὴν ἀπουσίαν τοῦ Θίβρωνος ῥᾳδίως ἐγκρατὴς γενόμενος τὰ περιλειπόμενα τῶν φορτίων ἀποκατέστησε τοῖς ἐμπόροις καὶ τὸν λιμένα φιλοτίμως ἐτήρει.
20.6 ὁ δὲ Θίβρων τὸ μὲν πρῶτον ἀθύμως εἶχεν, ἀπολωλεκὼς τόπον ἐπίκαιρον καὶ τὰς τῶν στρατιωτῶν ἀποσκευάς· μετὰ δὲ ταῦτα θαρσήσας δαὶ τὴν πόλιν τὴν ὀνομαζομένην Ταύχειρα ἐκπολιορκήσας ἀνέδραμε ταῖς ἐλπίσι. μετʼ ὀλίγον δὲ πάλιν αὐτὸν συνέβη περιπεσεῖν μεγαλοις ἐλαττώμασιν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme