Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 18

19.2 Ἁρπάλου γὰρ τὸν ἐκ τῆς Ἀσίας δρασμὸν ποιησαμένου καὶ καταπλεύσαντος εἰς Κρήτην μετὰ τῶν μισθοφόρων, καθάπερ ἐν τῇ πρὸ ταύτης βύβλῳ δεδηλώκαμεν, Θίβρων, εἷς τῶν φίλων νομιζόμενος, δολοφονήσας τὸν Ἅρπαλον κύριος ἐγένετο τῶν τε χρημάτων καὶ τῶν στρατιωτῶν,
19.3 ὄντων ἑπτακισχιλίων. ὁμοίως δὲ καὶ τῶν νεῶν ἐγκρατὴς γενόμενος καὶ τοὺς στρατιώτας εἰς ταύτας θέμενος κατέπλευσεν εἰς τὴν χώραν τῶν Κυρηναίων. ἀνειληφὼς δὲ μεθʼ αὑτοῦ τοὺς ἐκ τῆς Κυρήνης φυγάδας καὶ τούτους ἔχων καθηγουμένους τῆς ἐπιβουλῆς διὰ τὴν τῶν τόπων ἐμπειρίαν, ἀπαντησάντων τῶν Κυρηναίων καὶ μάχης γενομένης ὁ Θίβρων νικήσας πολλοὺς μὲν ἀπέκτεινεν, οὐκ ὀλίγους δʼ ἐζώγρησε.
19.4 κυριεύσας δὲ τοῦ λιμένος καὶ πολιορκήσας καὶ καταπληξάμενος τοὺς Κυρηναίους ἠνάγκασεν ὁμολογίας ποιήσασθαι ὥστε αὐτοὺς δοῦναι ἀργυρίου τάλαντα πεντακόσια, τῶν δὲ ἁρμάτων τά ἡμίση πρὸς τὰς στρατείας συνεκπέμπειν.
19.5 διεπρεσβεύσατο δὲ καὶ πρὸς τὰς ἄλλας πόλεις, ἀξιῶν συμμαχεῖν ὡς μέλλοντος αὐτοῦ τὴν πλησιόχωρον Λιβύην καταστρέφεσθαι. διήρπασε δὲ καὶ τῶν ἐμπόρων τὰ καταληφθέντα χρήματα ἐν τῷ λιμένι καὶ τοῖς στρατιώταις εἰς διαρπαγὴν ἔδωκεν, ἐκκαλούμενος αὐτῶν τὰς προθυμίας εἰς τὸν πόλεμον.
20.1 οὕτω δὲ τῶν πραγμάτων τῷ Θίβρωνι προχωρούντων ἡ τύχη ταχὺ μεταβαλοῦσα ἐταπείνωσεν αὐτὸν διὰ τοιαύτας αἰτίας. τῶν ἡγεμόνων τῶν παρʼ αὐτῷ τις Κρὴς μὲν τὸ γένος, ὄνομα δὲ Μνασικλῆς, ἐμπειρίαν δʼ ἔχων τῶν πολεμικῶν πράξεων διηνέχθη πρὸς αὐτόν, ἐγκαλέσας μὲν περὶ τοῦ μερισμοῦ τῶν λαφύρων, καὶ φύσει ταραχώδης ὢν καὶ θρασὺς ηὐτομόλησε πρὸς τοὺς Κυρηναίους.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme