Book 18
17.5
οἱ δὲ τῶν Ἑλλήνων ἱππεῖς ἐπὶ τοῦ προτερήματος ὄντες, ὡς ἔγνωσαν τὴν τῶν πεζῶν ἀποχώρησιν, εὐθὺς πρὸς ἐκείνους ἀφίππευσαν. τότε μὲν οὖν τοῦτον τὸν τρόπον ἀγωνισάμενοι διελύθησαν, ῥεπούσης τῆς νίκης πρὸς τοὺς Μακεδόνας· ἀπέθανον δʼ ἐν τῇ μάχῃ τῶν μὲν Ἑλλήνων πλείους τῶν πεντακοσίων, τῶν δὲ Μακεδόνων ἑκατὸν καὶ τριάκοντα.
17.6
τῇ δʼ ὑστεραίᾳ Μένων μὲν καὶ Ἀντίφιλος οἱ τῶν Ἑλλήνων ἡγεμόνες συνεδρεύσαντες ἐβουλεύσαντο πότερον ἀναμείναντες τοὺς ἀπὸ τῶν πόλεων συμμάχους καὶ καταστάντες ἀξιόμαχοι περὶ τῶν ὅλων διακρίνωνται ἢ τῷ παρόντι καιρῷ συνείξαντες πρεσβεύωνται περὶ διαλύσεως. ἔδοξεν οὖν ἀποστέλλειν κήρυκας περὶ τῆς τοῦ πολέμου καταλύσεως.
17.7
πραξάντων δʼ αὐτῶν τὸ δόξαν ἀπεκρίθησαν οἱ περὶ τὸν Ἀντίπατρον κατὰ πόλεις πρεσβεύειν· οὐδενὶ γὰρ τρόπῳ κοινὴν σύλλυσιν ποιήσεσθαι. τῶν δὲ Ἑλλήνων οὐ προσδεχομένων τὰς κατὰ πόλιν διαλύσεις οἱ μὲν περὶ τὸν Ἀντίπατρον καὶ Κρατερὸν ἐπολιόρκουν τὰς ἐπὶ Θετταλίας πόλεις καὶ κατὰ κράτος ᾕρουν, μὴ δυναμένων τῶν Ἑλλήνων βοηθεῖν. διὸ καὶ τῶν πόλεων περιφόβων οὐσῶν καὶ κατʼ ἰδίαν ἑκάστης πρεσβευούσης περὶ διαλύσεως πάσαις συγχωρῶν τὴν εἰρήνην ἐπιεικῶς προσεφέρετο.
17.8
διόπερ ἐμπεσούσης ὁρμῆς εἰς τὰς πόλεις ἰδίᾳ πορίζεσθαι τὴν σωτηρίαν ταχὺ πᾶσαι τῆς εἰρήνης ἔτυχον. οἱ δʼ ἀλλοτριώτατα διακείμενοι πρὸς τοὺς Μακεδόνας Αἰτωλοὶ καὶ Ἀθηναῖοι, συμμάχων ὄντες ἔρημοι, μετὰ τῶν ἰδίων στρατηγῶν ἐβουλεύοντο περὶ τοῦ πολέμου.