Book 18
12.3
οἱ δὲ Θετταλοὶ τὸ μὲν πρῶτον συμμαχοῦντες τῷ Ἀντιπάτρῳ πολλοὺς καὶ ἀγαθοὺς ἱππεῖς ἐξέπεμψαν αὐτῷ· ὕστερον δʼ ὑπὸ τῶν Ἀθηναίων μεταπεισθέντες ἀφίππευσαν πρὸς Λεωσθένην καὶ μετὰ τῶν Ἀθηναίων ταχθέντες διεπολέμουν ὑπὲρ τῆς τῶν Ἑλλήνων ἐλευθερίας.
12.4
μεγάλης δὲ δυνάμεως ταύτης τοῖς Ἀθηναίοις προσγεγενημένης οἱ μὲν Ἕλληνες ἐκράτουν πολὺ τῶν Μακεδόνων ὑπερέχοντες, ὁ δὲ Ἀντίπατρος μάχῃ λειφθεὶς καὶ τὸ λοιπὸν οὔτε παρατάξασθαι τολμῶν οὔτʼ εἰς τὴν Μακεδονίαν ἐπανελθεῖν ἀσφαλῶς δυνάμενος κατέφυγεν εἰς πόλιν Λάμιαν. ἐν ταύτῃ δὲ τὴν δύναμιν συνέχων καὶ τὰ τείχη κατασκευάζων, ἔτι δὲ παρασκευὰς ὅπλων καὶ καταπελτῶν καὶ σίτου ποιούμενος ἐκαραδόκει τοὺς ἀπὸ τῆς Ἀσίας συμμάχους.
13.1
Λεωσθένης δὲ μετὰ πάσης τῆς δυνάμεως παρελθὼν πλησίον τῆς Λαμίας καὶ τὴν παρεμβολὴν ὀχυρωσάμενος τάφρῳ βαθείᾳ καὶ χάρακι τὸ μὲν πρῶτον ἐκτάξας τὴν δύναμιν προσῆγε τῇ πόλει καὶ τοὺς Μακεδόνας εἰς μάχην προυκαλεῖτο. μὴ τολμώντων δὲ αὐτῶν διαγωνίσασθαι προσβολὰς καθʼ ἡμέραν τοῖς τείχεσιν ἐκ διαδοχῆς ἐποιεῖτο.
13.2
ἀμυνομένων δὲ τῶν Μακεδόνων εὐρώστως πολλοὶ τῶν προπετῶς βιαζομένων Ἑλλήνων ἀπώλλυντο· δυνάμεως γὰρ ἀξιολόγου κατὰ τὴν πόλιν οὔσης καὶ βελῶν παντοδαπῶν ἀφθονίας, ἔτι δὲ τείχους πολυτελοῦς κατεσκευασμένου ῥᾳδίως οἱ πολιορκούμενοι περιεγίνοντο.
13.3
ὁ δὲ Λεωσθένης ἀπογνοὺς τὴν ἐκ βίας ἅλωσιν τῆς πόλεως τὰς ἀγομένας εἰς ταύτην ἀγορὰς παρῃρεῖτο, νομίζων ῥᾳδίως τῇ σιτοδείᾳ καταπολεμήσειν τοὺς ἐγκεκλεισμένους ἐν τῇ πόλει. κατεσκεύαζε δὲ καὶ τεῖχος καὶ τάφρον ὤρυττεν μεγάλην καὶ βαθεῖαν, εἴργων τοὺς πολιορκουμένους ἀπὸ τῆς ἐξόδου.