Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 18

 
μετὰ δὲ ταῦτα ὁ μὲν Ἀμφιτρύων φυγαδευθεὶς ἐκ Τίρυνθος μετῴκησεν εἰς Θήβας· ὁ δʼ Ἡρακλῆς τραφεὶς καὶ παιδευθεὶς καὶ μάλιστʼ ἐν τοῖς γυμνασίοις διαπονηθεὶς ἐγένετο ῥώμῃ τε σώματος πολὺ προέχων τῶν ἄλλων ἁπάντων καὶ ψυχῆς λαμπρότητι περιβόητος, ὅς γε τὴν ἡλικίαν ἔφηβος ὤν πρῶτον μὲν ἠλευθέρωσε τὰς Θήβας, ἀποδιδοὺς ὡς πατρίδι τὰς προσηκούσας χάριτας.
 
τοῦ δʼ ἔτους τούτου διελθόντος Ἀθήνησι μὲν ἦρχεν Ἀλεξίας, ἐν δὲ τῇ Ῥώμῃ ἀντὶ τῶν ὑπάτων τρεῖς χιλίαρχοι κατεστάθησαν, Γάιος Ἰούλιος, Πούπλιος Κορνήλιος, Γάιος Σερουίλιος. τούτων δὲ τὴν ἀρχὴν παραλαβόντων Ἀθηναῖοι μετὰ τὴν ἀναίρεσιν τῶν στρατηγῶν ἐπὶ τὴν ἡγεμονίαν ἔταξαν Φιλοκλέα, καὶ τὸ ναυτικὸν αὐτῷ παραδόντες ἐξέπεμψαν πρὸς Κόνωνα, προστάξαντες κοινῶς ἀφηγεῖσθαι τῶν δυνάμεων.
 
ὑποτεταγμένων γὰρ τῶν Θηβαίων Ἐργίνῳ τῷ βασιλεῖ τῶν Μινυῶν, καὶ κατʼ ἐνιαυτὸν ὡρισμένους φόρους τελούντων, οὐ καταπλαγεὶς τὴν τῶν δεδουλωμένων ὑπεροχὴν ἐτόλμησε πρᾶξιν ἐπιτελέσαι περιβόητον· τοὺς γὰρ παραγενομένους τῶν Μινυῶν ἐπὶ τὴν ἀπαίτησιν τῶν δασμῶν καὶ μεθʼ ὕβρεως εἰσπραττομένους ἀκρωτηριάσας ἐξέβαλεν ἐκ τῆς πόλεως.
 
ὃς ἐπεὶ κατέπλευσε πρὸς Κόνωνα εἰς Σάμον, τὰς ναῦς ἁπάσας ἐπλήρωσεν, οὔσας τρεῖς πρὸς ταῖς ἑκατὸν ἑβδομήκοντα. τούτων εἴκοσι μὲν ἔδοξεν αὐτοῦ καταλιπεῖν, ταῖς δʼ ἄλλαις ἁπάσαις ἀνήχθησαν εἰς Ἑλλήσποντον, ἡγουμένου Κόνωνος καὶ Φιλοκλέους.
 
Ἐργίνου δʼ ἐξαιτοῦντος τὸν αἴτιον, Κρέων βασιλεύων τῶν Θηβαίων, καταπλαγεὶς τὸ βάρος τῆς ἐξουσίας, ἕτοιμος ἦν ἐκδιδόναι τὸν αἴτιον τῶν ἐγκλημάτων. ὁ δʼ Ἡρακλῆς πείσας τοὺς ἡλικιώτας ἐλευθεροῦν τὴν πατρίδα, κατέσπασεν ἐκ τῶν ναῶν τὰς προσηλωμένας πανοπλίας, ἃς οἱ πρόγονοι σκῦλα τοῖς θεοῖς ἦσαν ἀνατεθεικότες· οὐ γὰρ ἦν εὑρεῖν κατὰ τὴν πόλιν ἰδιωτικὸν ὅπλον διὰ τὸ τοὺς Μινύας παρωπλικέναι τὴν πόλιν, ἵνα μηδεμίαν λαμβάνωσιν οἱ κατὰ τὰς Θήβας ἀποστάσεως ἔννοιαν.
 
Λύσανδρος δʼ ὁ τῶν Λακεδαιμονίων ναύαρχος ἐκ Πελοποννήσου παρὰ τῶν ἐγγὺς συμμάχων τριάκοντα πέντε ναῦς ἀθροίσας κατέπλευσεν εἰς Ἔφεσον. μεταπεμψάμενος δὲ καὶ τὸν ἐκ Χίου στόλον ἐξήρτυεν· ἀνέβη δὲ καὶ πρὸς Κῦρον τὸν Δαρείου τοῦ βασιλέως υἱόν, καὶ χρήματα πολλὰ παρέλαβε πρὸς τὰς τῶν στρατιωτῶν διατροφάς.
 
ὁ δʼ Ἡρακλῆς πυθόμενος Ἐργῖνον τὸν βασιλέα τῶν Μινυῶν προσάγειν τῇ πόλει μετὰ στρατιωτῶν, ἀπαντήσας αὐτῷ κατά τινα στενοχωρίαν, καὶ τὸ μέγεθος τῆς τῶν πολεμίων δυνάμεως ἄχρηστον ποιήσας, αὐτόν τε τὸν Ἐργῖνον ἀνεῖλε καὶ τοὺς μετʼ αὐτοῦ σχεδὸν ἅπαντας ἀπέκτεινεν. ἄφνω δὲ προσπεσὼν τῇ πόλει τῶν Ὀρχομενίων καὶ παρεισπεσὼν ἐντὸς τῶν πυλῶν τά τε βασίλεια τῶν Μινυῶν ἐνέπρησε καὶ τὴν πόλιν κατέσκαψε.
 
ὁ δὲ Κῦρος, μεταπεμπομένου τοῦ πατρὸς αὐτὸν εἰς Πέρσας, τῷ Λυσάνδρῳ τῶν ὑφʼ αὑτὸν πόλεων τὴν ἐπιστασίαν παρέδωκε καὶ τοὺς φόρους τούτῳ τελεῖν συνέταξεν. ὁ δὲ Λύσανδρος πάντων τῶν εἰς πόλεμον εὐπορήσας εἰς Ἔφεσον ἀνέστρεψεν.
 
περιβοήτου δὲ τῆς πράξεως γενομένης καθʼ ὅλην τὴν Ἑλλάδα καὶ πάντων θαυμαζόντων τὸ παράδοξον, ὁ μὲν βασιλεὺς Κρέων θαυμάσας τὴν ἀρετὴν τοῦ νεανίσκου τήν τε θυγατέρα Μεγάραν συνῴκισεν αὐτῷ καὶ καθάπερ υἱῷ γνησίῳ τὰ κατὰ τὴν πόλιν ἐπέτρεψεν, Εὐρυσθεὺς δʼ ὁ τὴν βασιλείαν ἔχων τῆς Ἀργείας ὑποπτεύσας τὴν Ἡρακλέους αὔξησιν μετεπέμπετό τε αὐτὸν καὶ προσέταττε τελεῖν ἄθλους.
 
καθʼ ὃν δὴ χρόνον ἐν τῇ Μιλήτῳ τινὲς ὀλιγαρχίας ὀρεγόμενοι κατέλυσαν τὸν δῆμον, συμπραξάντων αὐτοῖς Λακεδαιμονίων. καὶ τὸ μὲν πρῶτον Διονυσίων ὄντων ἐν ταῖς οἰκίαις τοὺς μάλιστα ἀντιπράττοντας συνήρπασαν καὶ περὶ τεσσαράκοντα ὄντας ἀπέσφαξαν, μετὰ δέ, τῆς ἀγορᾶς πληθούσης,τριακοσίους ἐπιλέξαντες τοὺς εὐπορωτάτους ἀνεῖλον.
 
οὐχ ὑπακούοντος δὲ τοῦ Ἡρακλέους, Ζεὺς μὲν ἀπέστειλε διακελευόμενος ὑπουργεῖν Εὐρυσθεῖ, Ἡρακλῆς δὲ παρελθὼν εἰς Δελφοὺς καὶ περὶ τούτων ἐπερωτήσας τὸν θεόν, ἔλαβε χρησμὸν τὸν δηλοῦντα διότι τοῖς θεοῖς δέδοκται δώδεκα ἄθλους τελέσαι προστάττοντος Εὐρυσθέως, καὶ τοῦτο πράξαντα τεύξεσθαι τῆς ἀθανασίας.
 
οἱ δὲ χαριέστατοι τῶν τὰ τοῦ δήμου φρονούντων, ὄντες οὐκ ἐλάττους χιλίων, φοβηθέντες τὴν περίστασιν ἔφυγον πρὸς Φαρνάβαζον τὸν σατράπην· οὗτος δὲ φιλοφρόνως αὐτοὺς δεξάμενος, καὶ στατῆρα χρυσοῦν ἑκάστῳ δωρησάμενος, κατῴκισεν εἰς Βλαῦδα, φρούριόν τι τῆς Λυδίας.
 
τούτων δὲ πραχθέντων ὁ μὲν Ἡρακλῆς ἐνέπεσεν εἰς ἀθυμίαν οὐ τὴν τυχοῦσαν· τό τε γὰρ τῷ ταπεινοτέρῳ δουλεύειν οὐδαμῶς ἄξιον ἔκρινε τῆς ἰδίας ἀρετῆς, τό τε τῷ Διὶ καὶ πατρὶ μὴ πείθεσθαι καὶ ἀσύμφορον ἐφαίνετο καὶ ἀδύνατον. εἰς πολλὴν οὖν ἀμηχανίαν ἐμπίπτοντος αὐτοῦ, Ἥρα μὲν ἔπεμψεν αὐτῷ λύτταν· ὁ δὲ τῇ ψυχῇ δυσφορῶν εἰς μανίαν ἐνέπεσε. τοῦ πάθους δʼ αὐξομένου τῶν φρενῶν ἐκτὸς γενόμενος τὸν μὲν Ἰόλαον ἐπεβάλετο κτείνειν, ἐκείνου δὲ φυγόντος καὶ τῶν παίδων τῶν ἐκ Μεγάρας πλησίον διατριβόντων, τούτους ὡς πολεμίους κατετόξευσε.
 
Λύσανδρος δὲ μετὰ τῶν πλείστων νεῶν ἐπὶ Ἴασον τῆς Καρίας πλεύσας, κατὰ κράτος αὐτὴν εἷλεν Ἀθηναίοις συμμαχοῦσαν, καὶ τοὺς μὲν ἡβῶντας ὀκτακοσίους ὄντας ἀπέσφαξε, παῖδας δὲ καὶ γυναῖκας λαφυροπωλήσας κατέσκαψε τὴν πόλιν.
 
μόγις δὲ τῆς μανίας ἀπολυθείς, καὶ ἐπιγνοὺς τὴν ἰδίαν ἄγνοιαν, περιαλγὴς ἦν ἐπὶ τῷ μεγέθει τῆς συμφορᾶς. πάντων δʼ αὐτῷ συλλυπουμένων καὶ συμπενθούντων, ἐπὶ πολὺν χρόνον κατὰ τὴν οἰκίαν ἡσύχαζεν, ἐκκλίνων τὰς τῶν ἀνθρώπων ὁμιλίας τε καὶ ἀπαντήσεις· τέλος δὲ τοῦ χρόνου τὸ πάθος πραΰναντος κρίνας ὑπομένειν τοὺς κινδύνους παρεγένετο πρὸς Εὐρυσθέα.
 
μετὰ δὲ ταῦτʼ ἐπὶ τὴν Ἀττικὴν καὶ πολλοὺς τόπους πλεύσας μέγα μὲν οὐδὲν οὐδʼ ἄξιον μνήμης ἔπραξε· διὸ καὶ ταῦτα μὲν οὐκ ἀναγράφειν ἐσπουδάσαμεν· τὸ δὲ τελευταῖον Λάμψακον ἑλὼν τὴν μὲν Ἀθηναίων φρουρὰν ἀφῆκεν ὑπόσπονδον, τὰς δὲ κτήσεις ἁρπάσας τοῖς Λαμψακηνοῖς ἀπέδωκε τὴν πόλιν.
 
καὶ πρῶτον μὲν ἔλαβεν ἆθλον ἀποκτεῖναι τὸν ἐν Νεμέᾳ λέοντα. οὗτος δὲ μεγέθει μὲν ὑπερφυὴς ἦν, ἄτρωτος δὲ ὢν σιδήρῳ καὶ χαλκῷ καὶ λίθῳ τῆς κατὰ χεῖρα βιαζομένης προσεδεῖτο ἀνάγκης. διέτριβε δὲ μάλιστα μεταξὺ Μυκηνῶν καὶ Νεμέας περὶ ὄρος τὸ καλούμενον ἀπὸ τοῦ συμβεβηκότος Τρητόν· εἶχε γὰρ περὶ τὴν ῥίζαν διώρυχα διηνεκῆ, καθʼ ἣν εἰώθει φωλεύειν τὸ θηρίον.
 
οἱ δὲ τῶν Ἀθηναίων στρατηγοὶ πυθόμενοι τοὺς Λακεδαιμονίους πάσῃ τῇ δυνάμει πολιορκεῖν Λάμψακον, συνήγαγόν τε πανταχόθεν τριήρεις καὶ κατὰ σπουδὴν ἀνήχθησαν ἐπʼ αὐτοὺς ναυσὶν ἑκατὸν ὀγδοήκοντα.
 
ὁ δʼ Ἡρακλῆς καταντήσας ἐπὶ τὸν τόπον προσέβαλεν αὐτῷ, καὶ τοῦ θηρίου συμφυγόντος εἰς τὴν διώρυχα συνακολουθῶν αὐτῷ καὶ τὸ ἕτερον τῶν στομίων ἐμφράξας συνεπλάκη, καὶ τὸν αὐχένα σφίγξας τοῖς βραχίοσιν ἀπέπνιξε. τὴν δὲ δορὰν αὐτοῦ περιθέμενος, καὶ διὰ τὸ μέγεθος ἅπαν τὸ ἴδιον σῶμα περιλαβών, εἶχε σκεπαστήριον τῶν μετὰ ταῦτα κινδύνων.
 
εὑρόντες δὲ τὴν πόλιν ἡλωκυῖαν, τότε μὲν ἐν Αἰγὸς ποταμοῖς καθώρμισαν τὰς ναῦς, μετὰ δὲ ταῦτʼ ἐπιπλέοντες τοῖς πολεμίοις καθʼ ἡμέραν εἰς ναυμαχίαν προεκαλοῦντο. οὐκ ἀνταναγομένων δὲ τῶν Πελοποννησίων, οἱ μὲν Ἀθηναῖοι διηπόρουν ὅ,τι χρήσωνται τοῖς πράγμασιν, οὐ δυνάμενοι τὸν πλείω χρόνον ἐκεῖ διατρέφειν τὰς δυνάμεις.
 
δεύτερον δʼ ἔλαβεν ἆθλον ἀποκτεῖναι τὴν Λερναίαν ὕδραν, ἧς ἐξ ἑνὸς σώματος ἑκατὸν αὐχένες ἔχοντες κεφαλὰς ὄφεων διετετύπωντο. τούτων δʼ εἰ μία διαφθαρείη, διπλασίας ὁ τμηθεὶς ἀνίει τόπος· δι’ ἣν αἰτίαν ἀήττητος ὑπάρχειν διείληπτο, καὶ κατὰ λόγον· τὸ γὰρ χειρωθὲν αὐτῆς μέρος διπλάσιον ἀπεδίδου βοήθημα.
 
Ἀλκιβιάδου δὲ πρὸς αὐτοὺς ἐλθόντος καὶ λέγοντος, ὅτι Μήδοκος καὶ Σεύθης οἱ τῶν Θρᾳκῶν βασιλεῖς εἰσιν αὐτῷ φίλοι, καὶ δύναμιν πολλὴν ὡμολόγησαν δώσειν, ἐὰν βούληται διαπολεμεῖν τοῖς Λακεδαιμονίοις· διόπερ αὐτοὺς ἠξίου μεταδοῦναι τῆς ἡγεμονίας, ἐπαγγελλόμενος αὐτοῖς δυεῖν θάτερον, ἢ ναυμαχεῖν τοὺς πολεμίους ἀναγκάσειν ἢ πεζῇ μετὰ Θρᾳκῶν πρὸς αὐτοὺς διαγωνιεῖσθαι.
 
πρὸς δὲ τὴν δυστραπέλειαν ταύτην ἐπινοήσας τι φιλοτέχνημα προσέταξεν Ἰολάῳ λαμπάδι καομένῃ τὸ ἀποτμηθὲν μέρος ἐπικάειν, ἵνα τὴν ῥύσιν ἐπίσχῃ τοῦ αἵματος. οὕτως οὖν χειρωσάμενος τὸ ζῷον εἰς τὴν χολὴν ἀπέβαπτε τὰς ἀκίδας, ἵνα τὸ βληθὲν βέλος ἔχῃ τὴν ἐκ τῆς ἀκίδος πληγὴν ἀνίατον.
 
ταῦτα δὲ ὁ Ἀλκιβιάδης ἔπραττεν ἐπιθυμῶν διʼ ἑαυτοῦ τῇ πατρίδι μέγα τι κατεργάσασθαι καὶ διὰ τῶν εὐεργεσιῶν τὸν δῆμον ἀποκαταστῆσαι εἰς τὴν ἀρχαίαν εὔνοιαν. οἱ δὲ τῶν Ἀθηναίων στρατηγοί, νομίσαντες τῶν μὲν ἐλαττωμάτων ἑαυτοῖς τὴν μέμψιν ἀκολουθήσειν, τὰ δʼ ἐπιτεύγματα προσάψειν ἅπαντας Ἀλκιβιάδῃ, ταχέως αὐτὸν ἐκέλευσαν ἀπιέναι καὶ μηκέτι προσεγγίζειν τῷ στρατοπέδῳ.
 
τρίτον δὲ πρόσταγμα ἔλαβεν ἐνεγκεῖν τὸν Ἐρυμάνθιον κάπρον ζῶντα, ὃς διέτριβεν ἐν τῇ Λαμπείᾳ τῆς Ἀρκαδίας. ἐδόκει δὲ τὸ πρόσταγμα τοῦτο πολλὴν ἔχειν δυσχέρειαν· ἔδει γὰρ τὸν ἀγωνιζόμενον τοιούτῳ θηρίῳ τοσαύτην ἔχειν περιουσίαν ὥστε ἐπʼ αὐτῆς τῆς μάχης ἀκριβῶς στοχάσασθαι τοῦ καιροῦ. ἔτι μὲν γὰρ ἰσχύοντα ἀφεὶς αὐτὸν ἀπὸ τῶν ὀδόντων ἂν ἐκινδύνευσε, πλέον δὲ τοῦ δέοντος καταπολεμήσας ἀπέκτεινεν, ὥστε τὸν ἆθλον ὑπάρχειν ἀσυντέλεστον.
 
ἐπεὶ δʼ οἱ μὲν πολέμιοι ναυμαχεῖν οὐκ ἤθελον, τὸ δὲ στρατόπεδον σιτοδεία κατεῖχε, Φιλοκλῆς ἐκείνην τὴν ἡμέραν ἀφηγούμενος τοῖς μὲν ἄλλοις τριηράρχοις προσέταξε πληρώσαντας τὰς τριήρεις ἀκολουθεῖν, αὐτὸς δʼ ἑτοίμας ἔχων ναῦς τριάκοντα τάχιον ἐξέπλευσεν.
 
ὅμως δὲ κατὰ τὴν μάχην ταμιευσάμενος ἀκριβῶς τὴν συμμετρίαν ἀπήνεγκε τὸν κάπρον ζῶντα πρὸς Εὐρυσθέα· ὃν ἰδὼν ὁ βασιλεὺς ἐπὶ τῶν ὤμων φέροντα, καὶ φοβηθείς, ἔκρυψεν ἑαυτὸν εἰς χαλκοῦν πίθον.
 
ὁ δὲ Λύσανδρος παρά τινων αὐτομόλων ταῦτʼ ἀκούσας, μετὰ πασῶν τῶν νεῶν ἀναχθεὶς καὶ τὸν Φιλοκλέα τρεψάμενος πρὸς τὰς ἄλλας ναῦς κατεδίωξεν.
 
ἅμα δὲ τούτοις πραττομένοις Ἡρακλῆς κατηγωνίσατο τοὺς ὀνομαζομένους Κενταύρους διὰ τοιαύτας αἰτίας. Φόλος ἦν Κένταυρος, ἀφʼ οὗ συνέβη τὸ πλησίον ὄρος Φολόην ὀνομασθῆναι· οὗτος ξενίοις δεχόμενος Ἡρακλέα τὸν κατακεχωσμένον οἴνου πίθον ἀνέῳξε. τοῦτον γὰρ μυθολογοῦσι τὸ παλαιὸν Διόνυσον παρατεθεῖσθαί τινι Κενταύρῳ, καὶ προστάξαι τότε ἀνοῖξαι ὅταν Ἡρακλῆς παραγένηται. διόπερ ὕστερον τέτταρσι γενεαῖς ἐπιξενωθέντος αὐτοῦ μνησθῆναι τὸν Φόλον τῆς Διονύσου παραγγελίας.
 
οὔπω δὲ τῶν τριήρων τοῖς Ἀθηναίοις πεπληρωμένων θόρυβος κατεῖχεν ἅπαντας διὰ τὴν ἀπροσδόκητον ἐπιφάνειαν τῶν πολεμίων.
 
ἀνοιχθέντος οὖν τοῦ πίθου, καὶ τῆς εὐωδίας διὰ τὴν παλαιότητα καὶ δύναμιν τοῦ οἴνου προσπεσούσης τοῖς πλησίον οἰκοῦσι Κενταύροις, συνέβη διοιστρηθῆναι τούτους· διὸ καὶ προσπεσόντες ἀθρόοι τῇ οἰκήσει τοῦ Φόλου καταπληκτικῶς ὥρμησαν πρὸς ἁρπαγήν.
 
ὁ δὲ Λύσανδρος συνιδὼν τὴν τῶν ἐναντίων ταραχήν, Ἐτεόνικον μὲν μετὰ τῶν εἰωθότων πεζῇ μάχεσθαι ταχέως ἀπεβίβασεν· ὁ δὲ ὀξέως τῇ τοῦ καιροῦ ῥοπῇ χρησάμενος μέρος κατελάβετο τῆς παρεμβολῆς· αὐτὸς δʼ ὁ Λύσανδρος ἁπάσαις ταῖς τριήρεσιν ἐξηρτυμέναις ἐπιπλεύσας, καὶ σιδηρᾶς ἐπιβαλὼν χεῖρας, ἀπέσπα τὰς ὁρμούσας ἐπὶ τῇ γῇ ναῦς.
 
ὁ μὲν οὖν Φόλος φοβηθεὶς ἔκρυψεν ἑαυτόν, ὁ δʼ Ἡρακλῆς παραδόξως συνεπλάκη τοῖς βιαζομένοις· ἔδει γὰρ διαγωνίζεσθαι πρὸς τοὺς ἀπὸ μὲν μητρὸς ὄντας θεούς, τὸ δὲ τάχος ἔχοντας ἵππων, ῥώμῃ δὲ δισωμάτους θῆρας, ἐμπειρίαν δὲ καὶ σύνεσιν ἔχοντας ἀνδρῶν. τῶν δὲ Κενταύρων οἱ μὲν πεύκας αὐτορρίζους ἔχοντες ἐπῇσαν, οἱ δὲ πέτρας μεγάλας, τινὲς δὲ λαμπάδας ἡμμένας, ἕτεροι δὲ βουφόνους πελέκεις.
 
Ἀθηναῖοι δὲ τὸ παράδοξον ἐκπεπληγμένοι, καὶ μήτʼ ἀναχθῆναι ταῖς ναυσὶν ἀναστροφὴν ἔχοντες μήτε πεζῇ διαγωνίζεσθαι δυνάμενοι, βραχὺν ἀντισχόντες χρόνον ἐτράπησαν, εὐθὺ δʼ οἱ μὲν τὰς ναῦς, οἱ δὲ τὴν παρεμβολὴν ἐκλιπόντες ἔφυγον, ὅπου ποθʼ ἕκαστος ἤλπιζε σωθήσεσθαι.
 
ὁ δʼ ἀκαταπλήκτως ὑποστὰς ἀξίαν τῶν προκατειργασμένων συνεστήσατο μάχην. συνηγωνίζετο δʼ αὐτοῖς ἡ μήτηρ Νεφέλη πολὺν ὄμβρον ἐκχέουσα, διʼ οὗ τοὺς μὲν τετρασκελεῖς οὐκ ἔβλαπτε, τῷ δὲ δυσὶν ἠρεισμένῳ σκέλεσι τὴν βάσιν ὀλισθηρὰν κατεσκεύαζεν. ἀλλʼ ὅμως τοὺς τοιούτοις προτερήμασι πλεονεκτοῦντας Ἡρακλῆς παραδόξως κατηγωνίσατο, καὶ τοὺς μὲν πλείστους ἀπέκτεινε, τοὺς δʼ ὑπολειφθέντας φυγεῖν ἠνάγκασε.
 
τῶν μὲν οὖν τριήρων δέκα μόνον διεξέπεσον, ὧν μίαν ἔχων Κόνων ὁ στρατηγὸς τὴν μὲν εἰς Ἀθήνας ἐπάνοδον ἀπέγνω φοβηθεὶς τὴν ὀργὴν τοῦ δήμου, πρὸς Εὐαγόραν δὲ τὸν ἀφηγούμενον τῆς Κύπρου κατέφυγεν, ἔχων πρὸς αὐτὸν φιλίαν· τῶν δὲ στρατιωτῶν οἱ πλεῖστοι μὲν κατὰ γῆν φυγόντες εἰς Σηστὸν διεσώθησαν.
 
τῶν δʼ ἀναιρεθέντων Κενταύρων ὑπῆρχον ἐπιφανέστατοι Δάφνις καὶ Ἀργεῖος καὶ Ἀμφίων, ἔτι δὲ Ἱπποτίων καὶ Ὄρειος καὶ Ἰσοπλὴς καὶ Μελαγχαίτης, πρὸς δὲ τούτοις Θηρεὺς καὶ Δούπων καὶ Φρίξος. τῶν δὲ διαφυγόντων τὸν κίνδυνον ὕστερον ἕκαστος τιμωρίας ἠξιώθη· ὅμαδος μὲν γὰρ ἐν Ἀρκαδίᾳ τὴν Εὐρυσθέως ἀδελφὺν Ἀλκυόνην βιαζόμενος ἀνῃρέθη. ἐφʼ ᾧ συνέβη θαυμασθῆναι τὸν Ἡρακλέα διαφερόντως· τὸν μὲν γὰρ ἐχθρὸν κατʼ ἰδίαν ἐμίσησε, τὴν δʼ ὑβριζομένην ἐλεῶν ἐπιεικείᾳ διαφέρειν ὑπελάμβανεν.
 
Λύσανδρος δὲ τὰς λοιπὰς ναῦς παραλαβὼν αἰχμαλώτους, καὶ ζωγρήσας Φιλοκλέα τὸν στρατηγόν, ἀπαγαγὼν εἰς Λάμψακον ἀπέσφαξεν. μετὰ δὲ ταῦτʼ εἰς Λακεδαίμονα τοὺς τὴν νίκην ἀπαγγελοῦντας ἀπέστειλεν ἐπὶ τῆς κρατίστης τριήρους, κοσμήσας τοῖς πολυτελεστάτοις τὴν ναῦν ὅπλοις καὶ λαφύροις.
 
ἴδιον δέ τι συνέβη καὶ περὶ τὸν Ἡρακλέους φίλον τὸν ὀνομαζόμενον Φόλον. οὗτος γὰρ διὰ τὴν συγγένειαν θάπτων τοὺς πεπτωκότας Κενταύρους, καὶ βέλος ἔκ τινος ἐξαιρῶν, ὑπὸ τῆς ἀκίδος ἐπλήγη, καὶ τὸ τραῦμα ἔχων ἀνίατον ἐτελεύτησεν. ὃν Ἡρακλῆς μεγαλοπρεπῶς θάψας ὑπὸ τὸ ὄρος ἔθηκεν, ὃ στήλης ἐνδόξου γέγονε κρεῖττον· Φολόη γὰρ ὀνομαζόμενον διὰ τῆς ἐπωνυμίας μηνύει τὸν ταφέντα καὶ οὐ διʼ ἐπιγραφῆς. ὁμοίως δὲ καὶ Χείρωνα τὸν ἐπὶ τῇ ἰατρικῇ θαυμαζόμενον ἀκουσίως τόξου βολῇ διέφθειρε. καὶ περὶ μὲν τῶν Κενταύρων ἱκανῶς ἡμῖν εἰρήσθω.
 
ἐπὶ δὲ τοὺς εἰς Σηστὸν καταφυγόντας Ἀθηναίους στρατεύσας τὴν μὲν πόλιν εἷλε, τοὺς δʼ Ἀθηναίους ὑποσπόνδους ἀφῆκεν. εὐθὺς δὲ τῇ δυνάμει πλεύσας ἐπὶ Σάμον αὐτὸς μὲν ταύτην ἐπολιόρκει, Γύλιππον δὲ τὸν εἰς Σικελίαν τοῖς Συρακοσίοις τῷ ναυτικῷ συμπολεμήσαντα ἀπέστειλεν εἰς Σπάρτην τά τε λάφυρα κομίζοντα καὶ μετὰ τούτων ἀργυρίου τάλαντα χίλια καὶ πεντακόσια.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme