Book 18
109.6
Ἀλκμήνη δὲ τεκοῦσα καὶ φοβηθεῖσα τὴν τῆς Ἥρας ζηλοτυπίαν, ἐξέθηκε τὸ βρέφος εἰς τὸν τόπον ὃς νῦν ἀπʼ ἐκείνου καλεῖται πεδίον Ἡράκλειον. καθʼ ὃν δὴ χρόνον Ἀθηνᾶ μετὰ τῆς Ἥρας προσιοῦσα, καὶ θαυμάσασα τοῦ παιδίου τὴν φύσιν, συνέπεισε τὴν Ἥραν ὑποσχεῖν τὴν θηλήν. τοῦ δὲ παιδὸς ὑπὲρ τὴν ἡλικίαν βιαιότερον ἐπισπασαμένου τὴν θηλήν, ἡ μὲν Ἥρα διαλγήσασα τὸ βρέφος ἔρριψεν, Ἀθηνᾶ δὲ κομίσασα αὐτὸ πρὸς τὴν μητέρα τρέφειν παρεκελεύσατο.
109.7
θαυμάσαι δʼ ἄν τις εἰκότως τὸ τῆς περιπετείας παράδοξον· ἡ μὲν γὰρ στέργειν ὀφείλουσα μήτηρ τὸ ἴδιον τέκνον ἀπώλλυεν, ἡ δὲ μητρυιᾶς ἔχουσα μῖσος διʼ ἄγνοιαν ἔσωζε τὸ τῇ φύσει πολέμιον.
10.1
μετὰ δὲ ταῦτα ἡ μὲν Ἥρα δύο δράκοντας ἀπέστειλε τοὺς ἀναλώσοντας τὸ βρέφος, ὁ δὲ παῖς οὐ καταπλαγεὶς ἑκατέρᾳ τῶν χειρῶν τὸν αὐχένα σφίγξας ἀπέπνιξε τοὺς δράκοντας. διόπερ Ἀργεῖοι πυθόμενοι τὸ γεγονὸς Ἡρακλέα προσηγόρευσαν, ὅτι δι’ Ἥραν ἔσχε κλέος, Ἀλκαῖον πρότερον καλούμενον. τοῖς μὲν οὖν ἄλλοις οἱ γονεῖς τοὔνομα περιτιθέασι, τούτῳ δὲ μόνῳ ἡ ἀρετὴ τὴν προσηγορίαν ἔθετο.
5
Ἀπολλόδωρος δʼ ὁ τὴν χρονικὴν σύνταξιν πραγματευσάμενός φησι καὶ τὸν Εὐριπίδην κατὰ τὸν αὐτὸν ἐνιαυτὸν τελευτῆσαι· τινὲς δὲ λέγουσι παρʼ Ἀρχελάῳ τῷ βασιλεῖ Μακεδόνων κατὰ τὴν χώραν ἐξελθόντα κυσὶ περιπεσεῖν καὶ διασπασθῆναι μικρῷ πρόσθεν τούτων τῶν χρόνων.