Book 18
74.3
γενομένων δὲ πλειόνων ἐντεύξεων συνέθεντο τὴν εἰρήνην ὥστε τοὺς Ἀθηναίους ἔχειν πόλιν τε καὶ χώραν καὶ προσόδους καὶ ναῦς καὶ τἄλλα πάντα φίλους ὄντας καὶ συμμάχους Κασάνδρου, τὴν δὲ Μουνυχίαν κατὰ τὸ παρὸν κρατεῖν Κάσανδρον, ἕως ἂν διαπολεμήσῃ πρὸς τοὺς βασιλεῖς, καὶ τὸ πολίτευμα διοικεῖσθαι ἀπὸ τιμήσεων ἄχρι μνῶν δέκα, καταστῆσαι δʼ ἐπιμελητὴν τῆς πόλεως ἕνα ἄνδρα Ἀθηναῖον ὃν ἂν δόξῃ Κασάνδρῳ· καὶ ᾑρέθη Δημήτριος ὁ Φαληρεύς. οὗτος δὲ παραλαβὼν τὴν ἐπιμέλειαν τῆς πόλεως ἦρχεν εἰρηνικῶς καὶ πρὸς τοὺς πολίτας φιλανθρώπως.
75.1
μετὰ δὲ ταῦτα Νικάνορος καταπλεύσαντος εἰς τὸν Πειραιᾶ κεκοσμημένῳ τῷ στόλῳ τοῖς ἀπὸ τῆς νίκης ἀκροστολίοις τὸ μὲν πρῶτον ἀποδοχῆς αὐτὸν ἠξίωσε μεγάλης ὁ Κάσανδρος διὰ τὰς εὐημερίας, μετὰ δὲ ταῦτα ὁρῶν αὐτὸν ὄγκου πλήρη καὶ πεφρονηματισμένον, ἔτι δὲ τὴν Μουνυχίαν διὰ τῶν ἑαυτοῦ στρατιωτῶν φρουροῦντα, κρίνας αὐτὸν ἀλλότρια φρονεῖν ἐδολοφόνησεν. ἐστράτευσε δὲ καὶ εἰς Μακεδονίαν καὶ πολλοὺς ἔσχε τῶν ἐγχωρίων ἀφισταμένους πρὸς αὐτόν.
75.2
ὁμοίως δὲ καὶ εἰς τὰς Ἑλληνίδας πόλεις ἐνέπεσέν τις ὁρμὴ τῆς Ἀντιπάτρου συμμαχίας. ὁ μὲν γὰρ Πολυπέρχων ἀργῶς ἐδόκει καὶ ἀφρόνως προστατεῖν τῆς τε βασιλείας καὶ τῶν συμμάχων, ὁ δὲ Κάσανδρος ἐπιεικῶς προσφερόμενος πᾶσι καὶ κατὰ τὰς πράξεις ἐνεργὸς ὢν πολλοὺς εἶχεν αἱρετιστὰς τῆς αὑτοῦ δυναστείας.