Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 17

90.3 χωρὶς δὲ τούτων ἠκολούθουν ἱππεῖς χίλιοι πεντακόσιοι, ζεύγη δὲ Λιβύων πλείω τῶν ἑξακισχιλίων. οἱ δὲ Καρχηδόνιοι κατεστρατοπεδευκότες ἐπὶ τῶν ὑπερδεξίων καὶ δυσπροσίτων διακινδυνεύειν μὲν πρὸς ἀνθρώπους ἀπογινώσκοντας τὴν σωτηρίαν οὐκ ἔκρινον, μένοντες δʼ ἐν τῇ παρεμβολῇ καὶ πάντων εὐποροῦντες τῇ σπάνει καὶ τῷ χρόνῳ καταπολεμήσειν τοὺς ἐναντίους ἤλπιζον.
69.6 καὶ γὰρ ἐκεῖνόν φασιν ἑαυτὸν κατατραυματίσαντα προελθεῖν εἰς τὴν ἐκκλησίαν ὡς ἐπιβεβουλευμένον, καὶ διὰ τοῦτο φυλακὴν λαβεῖν παρὰ τῶν πολιτῶν, ᾗ χρησάμενον τὴν τυραννίδα περιπεποιῆσθαι. καὶ τότε Διονύσιος τῇ παραπλησίᾳ μηχανῇ τὸ πλῆθος ἐξαπατήσας ἐνήργει τὰ τῆς τυραννίδος.
102.4 ἡμεῖς δὲ τὴν ἐναντίαν τούτοις κρίσιν ἔχοντες, καὶ τὸν ἐκ τῆς ἀναγραφῆς πόνον ὑποστάντες, τὴν πᾶσαν ἐπιμέλειαν ἐποιησάμεθα τῆς ἀρχαιολογίας. μέγισται γὰρ καὶ πλεῖσται συνετελέσθησαν πράξεις ὑπὸ τῶν ἡρώων τε καὶ ἡμιθέων καὶ πολλῶν ἄλλων ἀνδρῶν ἀγαθῶν· ὧν διὰ τὰς κοινὰς εὐεργεσίας οἱ μεταγενέστεροι τοὺς μὲν ἰσοθέοις, τοὺς δʼ ἡρωικαῖς θυσίαις ἐτίμησαν, πάντας δʼ ὁ τῆς ἱστορίας λόγος τοῖς καθήκουσιν ἐπαίνοις εἰς τὸν αἰῶνα καθύμνησεν.
90.4 ὁ δʼ Ἀγαθοκλῆς οὐ δυνάμενος μὲν αὐτοὺς εἰς τὰ πεδία προάγεσθαι, τῶν δὲ καιρῶν ἀναγκαζόντων τολμᾶν τι καὶ παραβάλλεσθαι τὴν δύναμιν ἤγαγεν ἐπὶ τὴν τῶν βαρβάρων στρατοπεδείαν. ἐπεξελθόντων οὖν τῶν Καρχηδονίων καὶ πολὺ τῷ πλήθει καὶ ταῖς δυσχωρίαις ὑπερεχόντων ἐπὶ μέν τινα χρόνον οἱ περὶ τὸν Ἀγαθοκλέα διεκαρτέρουν πάντοθεν ἐκθλιβόμενοι, μετὰ δὲ ταῦτʼ ἐνδόντων τῶν μισθοφόρων καὶ τῶν ἄλλων ἠναγκάσθησαν ἀναχωρῆσαι πρὸς τὴν στρατοπεδείαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme