Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 17

 
τὸν δʼ οὖν Διόνυσον ἐπελθόντα μετὰ στρατοπέδου πᾶσαν τὴν οἰκουμένην διδάξαι τήν τε φυτείαν τῆς ἀμπέλου καὶ τὴν ἐν ταῖς ληνοῖς ἀπόθλιψιν τῶν βοτρύων· ἀφʼ οὗ Ληναῖον αὐτὸν ὀνομασθῆναι. ὁμοίως δὲ καὶ τῶν ἄλλων εὑρημάτων μεταδόντα πᾶσι τυχεῖν αὐτὸν μετὰ τὴν ἐξ ἀνθρώπων μετάστασιν ἀθανάτου τιμῆς παρὰ τοῖς εὖ παθοῦσιν.
 
δείκνυσθαι δὲ παρʼ Ἰνδοῖς μέχρι τοῦ νῦν τόν τε τόπον ἐν ᾧ συνέβη γενέσθαι τὸν θεὸν καὶ προσηγορίας πόλεων ἀπʼ αὐτοῦ κατὰ τὴν τῶν ἐγχωρίων διάλεκτον· καὶ πολλὰ ἕτερα διαμένειν ἀξιόλογα τεκμήρια τῆς παρʼ Ἰνδοῖς γενέσεως, περὶ ὧν μακρὸν ἂν εἴη γράφειν.
 
δεύτερον δὲ μυθολογοῦσι γενέσθαι Διόνυσον ἐκ Διὸς καὶ Φερσεφόνης, ὡς δέ τινες, ἐκ Δήμητρος. τοῦτον δὲ παρεισάγουσι πρῶτον βοῦς ὑπʼ ἄροτρον ζεῦξαι, τὸ πρὸ τοῦ ταῖς χερσὶ τῶν ἀνθρώπων τὴν γῆν κατεργαζομένων. πολλὰ δὲ καὶ ἄλλα φιλοτέχνως ἐπινοῆσαι τῶν πρὸς τὴν γεωργίαν χρησίμων, διʼ ὧν ἀπολυθῆναι τοὺς ὄχλους τῆς πολλῆς κακοπαθείας·
 
ἀνθʼ ὧν τοὺς εὖ παθόντας ἀπονεῖμαι τιμὰς ἰσοθέους αὐτῷ καὶ θυσίας, προθύμως ἁπάντων ἀνθρώπων διὰ τὸ μέγεθος τῆς εὐεργεσίας ἀπονειμάντων τὴν ἀθανασίαν. παράσημον δʼ αὐτῷ ποιῆσαι κέρατα τοὺς κατασκευάζοντας τὰς γραφὰς ἢ τοὺς ἀνδριάντας, ἅμα μὲν δηλοῦντας ἑτέραν Διονύσου φύσιν, ἅμα δὲ ἀπὸ τῆς περὶ τὸ ἄροτρον εὑρέσεως ἐμφαίνοντας τὸ μέγεθος τῆς ἐπινοηθείσης τοῖς γεωργοῖς εὐχρηστίας.
 
τρίτον δὲ γενέσθαι Διόνυσόν φασιν ἐν Θήβαις ταῖς Βοιωτίαις ἐκ Διὸς καὶ Σεμέλης τῆς Κάδμου. μυθολογοῦσι γὰρ ἐρασθέντα Δία μιγῆναι πλεονάκις αὐτῇ διὰ τὸ κάλλος, τὴν δʼ Ἥραν ζηλοτυποῦσαν καὶ βουλομένην τιμωρίᾳ περιβαλεῖν τὴν ἄνθρωπον, ὁμοιωθῆναι μέν τινι τῶν ἀποδοχῆς τυγχανουσῶν παρʼ αὐτῇ γυναικῶν, παρακρούσασθαι δὲ τὴν Σεμέλην·
 
εἰπεῖν γὰρ πρὸς αὐτὴν ὅτι καθῆκον ἦν τὸν Δία μετὰ τῆς αὐτῆς ἐπιφανείας τε καὶ τιμῆς ποιεῖσθαι τὴν ὁμιλίαν ᾗπερ χρᾶται κατὰ τὴν πρὸς τὴν Ἥραν συμπεριφοράν. διὸ καὶ τὸν μὲν Δία, τῆς Σεμέλης ἀξιούσης τυγχάνειν τῶν ἴσων Ἥρᾳ τιμῶν, παραγενέσθαι μετὰ βροντῶν καὶ κεραυνῶν, τὴν δὲ Σεμέλην οὐχ ὑπομείνασαν τὸ μέγεθος τῆς περιστάσεως τελευτῆσαι καὶ τὸ βρέφος ἐκτρῶσαι πρὸ τοῦ καθήκοντος χρόνου.
 
καὶ τοῦτο μὲν τὸν Δία ταχέως εἰς τὸν ἑαυτοῦ μηρὸν ἐγκρύψαι· μετὰ δὲ ταῦτα τοῦ κατὰ φύσιν τῆς γενέσεως χρόνου τὴν λελείαν αὔξησιν ποιήσαντος ἀπενεγκεῖν τὸ βρέφος εἰς Νῦσαν τῆς Ἀραβίας.
 
ἐνταῦθα δʼ ὑπὸ νυμφῶν τραφέντα τὸν παῖδα προσαγορευθῆναι μὲν ἀπὸ τοῦ πατρὸς καὶ τοῦ τόπου Διόνυσον, γενόμενον δὲ τῷ κάλλει διάφορον τὸ μὲν πρῶτον ἐν χορείαις καὶ γυναικῶν θιάσοις καὶ παντοδαπῇ τρυφῇ καὶ παιδιᾷ διατελεῖν· μετὰ δὲ ταῦτα στρατόπεδον ἐκ τῶν γυναικῶν συναγαγόντα καὶ θύρσοις καθοπλίσαντα στρατείαν ἐπὶ πᾶσαν ποιήσασθαι τὴν οἰκουμένην.
 
καταδεῖξαι δὲ καὶ τὰ περὶ τὰς τελετὰς καὶ μεταδοῦναι τῶν μυστηρίων τοῖς εὐσεβέσι τῶν ἀνθρώπων καὶ δίκαιον βίον ἀσκοῦσι, πρὸς δὲ τούτοις πανταχοῦ πανηγύρεις ἄγειν καὶ μουσικοὺς ἀγῶνας συντελεῖν, καὶ τὸ σύνολον συλλύοντα τὰ νείκη τῶν ἐθνῶν καὶ πόλεων ἀντὶ τῶν στάσεων καὶ τῶν πολέμων ὁμόνοιαν καὶ πολλὴν εἰρήνην κατασκευάζειν.
 
διαβοηθείσης δὲ κατὰ πάντα τόπον τῆς τοῦ θεοῦ παρουσίας, καὶ διότι πᾶσιν ἐπιεικῶς προσφερόμενος πολλὰ συμβάλλεται πρὸς τὴν ἐξημέρωσιν τοῦ κοινοῦ βίου, πανδημεὶ συναντᾶν αὐτῷ καὶ προσδέχεσθαι μετὰ πολλῆς χαρᾶς.
 
ὀλίγων δʼ ὄντων τῶν διʼ ὑπερηφανίαν καὶ ἀσέβειαν καταφρονούντων καὶ φασκόντων τὰς μὲν βάκχας διʼ ἀκρασίαν αὐτὸν περιάγεσθαι, τὰς δὲ τελετὰς καὶ τὰ μυστήρια φθορᾶς ἕνεκα τῶν ἀλλοτρίων γυναικῶν καταδεικνύειν, κολάζεσθαι τοὺς τοιούτους ὑπʼ αὐτοῦ παραχρῆμα.
 
ἐνίοτε γὰρ τῇ τῆς θείας φύσεως ὑπεροχῇ χρώμενον τιμωρεῖσθαι τοὺς ἀσεβεῖς, ποτὲ μὲν αὐτοῖς ἐμβάλλοντα μανίαν, ποτὲ δὲ ταῖς τῶν γυναικῶν χερσὶ ζῶντας διαμελίζοντα· ἐνίοτε δὲ καὶ διὰ τῆς στρατηγικῆς ἐπινοίας παραδόξως ἀναιρεῖν τοὺς ἐναντιοπραγοῦντας. ἀναδιδόναι γὰρ ταῖς βάκχαις ἀντὶ τῶν θύρσων λόγχας τῷ κιττῷ κεκαλυμμένας τὴν ἀκμὴν τοῦ σιδήρου· διὸ καὶ τῶν βασιλέων διὰ τὴν ἄγνοιαν καταφρονούντων ὡς ἂν γυναικῶν, καὶ διὰ τοῦτʼ ἀπαρασκεύων ὄντων, ἀνελπίστως ἐπιτιθέμενον κατακοντίζειν.
 
τῶν δὲ κολασθέντων ὑπʼ αὐτοῦ φασιν ἐπιφανεστάτους εἶναι Πενθέα μὲν παρὰ τοῖς Ἕλλησι, Μύρρανον δὲ τὸν βασιλέα παρʼ Ἰνδοῖς, Λυκοῦργον δὲ παρὰ τοῖς Θρᾳξί. μυθολογοῦσι γὰρ τὸν Διόνυσον ἐκ τῆς Ἀσίας μέλλοντα τὴν δύναμιν διαβιβάζειν εἰς τὴν Εὐρώπην, συνθέσθαι φιλίαν πρὸς Λυκοῦργον τὸν Θρᾴκης βασιλέα τῆς ἐφʼ Ἑλλησπόντῳ· διαβιβάσαντος δὲ αὐτοῦ πρώτας τὰς βάκχας ὡς εἰς φιλίαν χώραν, τὸν μὲν Λυκοῦργον παραγγεῖλαι τοῖς στρατιώταις νυκτὸς ἐπιθέσθαι καὶ τόν τε Διόνυσον καὶ τὰς μαινάδας πάσας ἀνελεῖν, τὸν δὲ Διόνυσον παρά τινος τῶν ἐγχωρίων, ὃς ἐκαλεῖτο Χάροψ, μαθόντα τὴν ἐπιβουλὴν καταπλαγῆναι διὰ τὸ τὴν δύναμιν ἐν τῷ πέραν εἶναι, παντελῶς δʼ ὀλίγους αὐτῷ τῶν φίλων συνδιαβεβηκέναι.
 
διόπερ λάθρᾳ τούτου διαπλεύσαντος πρὸς τὸ σφέτερον στρατόπεδον, τὸν μὲν Λυκοῦργόν φασιν ἐπιθέμενον ταῖς μαινάσιν ἐν τῷ καλουμένῳ Νυσίῳ πάσας ἀποκτεῖναι, τὸν δὲ Διόνυσον περαιώσαντα τὰς δυνάμεις μάχῃ κρατῆσαι τῶν Θρᾳκῶν, καὶ τὸν Λυκοῦργον ζωγρήσαντα τυφλῶσαί τε καὶ πᾶσαν αἰκίαν εἰσενεγκάμενον ἀνασταυρῶσαι.
 
μετὰ δὲ ταῦτα τῷ μὲν Χάροπι χάριν ἀποδιδόντα τῆς εὐεργεσίας παραδοῦναι τὴν τῶν Θρᾳκῶν βασιλείαν καὶ διδάξαι τὰ κατὰ τὰς τελετὰς ὄργια· Χάροπος δʼ υἱὸν γενόμενον Οἴαγρον παραλαβεῖν τήν τε βασιλείαν καὶ τὰς ἐν τοῖς μυστηρίοις παραδεδομένας τελετάς, ἃς ὕστερον Ὀρφέα τὸν Οἰάγρου μαθόντα παρὰ τοῦ πατρός, καὶ φύσει καὶ παιδείᾳ τῶν ἁπάντων διενεγκόντα, πολλὰ μεταθεῖναι τῶν ἐν τοῖς ὀργίοις· διὸ καὶ τὰς ὑπὸ τοῦ Διονύσου γενομένας τελετὰς Ὀρφικὰς προσαγορευθῆναι.
 
τῶν δὲ ποιητῶν τινες, ὧν ἐστι καὶ Ἀντίμαχος, ἀποφαίνονται τὸν Λυκοῦργον οὐ Θρᾴκης, ἀλλὰ τῆς Ἀραβίας γεγονέναι βασιλέα, καὶ τῷ τε Διονύσῳ καὶ ταῖς βάκχαις τὴν ἐπίθεσιν ἐν τῇ κατὰ τὴν Ἀραβίαν Νύσῃ πεποιῆσθαι. τὸν δʼ οὖν Διόνυσόν φασι κολάσαντα μὲν τοὺς ἀσεβεῖς, ἐπιεικῶς δὲ προσενεχθέντα τοῖς ἄλλοις ἀνθρώποις, ἐκ τῆς Ἰνδικῆς ἐπʼ ἐλέφαντος τὴν εἰς Θήβας ἐπάνοδον ποιήσασθαι.
 
τριετοῦς δὲ διαγεγενημένου τοῦ σύμπαντος χρόνου, φασὶ τοὺς Ἕλληνας ἀπὸ ταύτης τῆς αἰτίας ἄγειν τὰς τριετηρίδας. μυθολογοῦσι δʼ αὐτὸν καὶ λαφύρων ἠθροικότα πλῆθος ὡς ἂν ἀπὸ τηλικαύτης στρατείας, πρῶτον τῶν ἁπάντων καταγαγεῖν θρίαμβον εἰς τὴν πατρίδα.
 
αὗται μὲν οὖν αἱ γενέσεις συμφωνοῦνται μάλιστα παρὰ τοῖς παλαιοῖς· ἀμφισβητοῦσι δὲ καὶ πόλεις οὐκ ὀλίγαι Ἑλληνίδες τῆς τούτου τεκνώσεως· καὶ γὰρ Ἠλεῖοι καὶ Νάξιοι, πρὸς δὲ τούτοις οἱ τὰς Ἐλευθερὰς οἰκοῦντες καὶ Τήιοι καὶ πλείους ἕτεροι παρʼ ἑαυτοῖς ἀποφαίνονται τεκνωθῆναι.
 
καὶ Τήιοι μὲν τεκμήριον φέρουσι τῆς παρʼ αὐτοῖς γενέσεως τοῦ θεοῦ τὸ μέχρι τοῦ νῦν τεταγμένοις χρόνοις ἐν τῇ πόλει πηγὴν αὐτομάτως ἐκ τῆς γῆς οἴνου ῥεῖν εὐωδίᾳ διαφέροντος· τῶν δʼ ἄλλων οἱ μὲν ἱερὰν Διονύσου δεικνύουσι τὴν χώραν, οἱ δὲ ναοὺς καὶ τεμένη διαφερόντως ἐκ παλαιῶν χρόνων αὐτῷ καθιδρυμένα.
 
καθόλου δʼ ἐν πολλοῖς τόποις τῆς οἰκουμένης ἀπολελοιπότος τοῦ θεοῦ σημεῖα τῆς ἰδίας εὐεργεσίας ἅμα καὶ παρουσίας, οὐδὲν παράδοξον ἑκάστους νομίζειν οἰκειότητά τινα γεγονέναι τῷ Διονύσῳ πρὸς τὴν ἑαυτῶν πόλιν τε καὶ χώραν. μαρτυρεῖ δὲ τοῖς ὑφʼ ἡμῶν λεγομένοις καὶ ὁ ποιητὴς ἐν τοῖς ὕμνοις, λέγων περὶ τῶν ἀμφισβητούντων τῆς τούτου γενέσεως καὶ ἅμα τεκνωθῆναι παρεισάγων αὐτὸν ἐν τῇ κατὰ τὴν Ἀραβίαν Νύσῃ, οἱ μὲν γὰρ Δρακάνῳ δʼ, οἱ δʼ Ἰκάρῳ ἠνεμοέσσῃ φάσʼ, οἱ δʼ ἐν Νάξῳ, δῖον γένος, εἰραφιῶτα, οἱ δέ σʼ ἐπʼ Ἀλφειῷ ποταμῷ βαθυδινήεντι κυσαμένην Σεμέλην τεκέειν Διὶ τερπικεραύνῳ, ἄλλοι δʼ ἐν Θήβῃσιν, ἄναξ, σε λέγουσι γενέσθαι, ψευδόμενοι· σὲ δʼ ἔτικτε πατὴρ ἀνδρῶν τε θεῶν τε πολλὸν ἀπʼ ἀνθρώπων κρύπτων λευκώλενον Ἥρην. ἔστι δέ τις Νύση, ὕπατον ὄρος, ἀνθέον ὕλῃ, τηλοῦ Φοινίκης, σχεδὸν Αἰγύπτοιο ῥοάων.
 
οὐκ ἀγνοῶ δʼ ὅτι καὶ τῶν τὴν Λιβύην νεμομένων οἱ παρὰ τὸν ὠκεανὸν οἰκοῦντες ἀμφισβητοῦσι τῆς τοῦ θεοῦ γενέσεως, καὶ τῆν Νῦσαν καὶ τἄλλα τὰ περὶ αὐτοῦ μυθολογούμενα παρʼ ἑαυτοῖς δεικνύουσι γεγενημένα, καὶ πολλὰ τεκμήρια τούτων μέχρι τοῦ καθʼ ἡμᾶς βίου διαμένειν κατὰ τὴν χώραν φασί· πρὸς δὲ τούτοις ὅτι πολλοὶ τῶν παλαιῶν παρʼ Ἕλλησι μυθογράφων καὶ ποιητῶν συμφωνούμενα τούτοις ἱστοροῦσι καὶ τῶν μεταγενεστέρων συγγραφέων οὐκ ὀλίγοι.
 
διόπερ, ἵνα μηδὲν παραλίπωμεν τῶν ἱστορημένων περὶ Διονύσου, διέξιμεν ἐν κεφαλαίοις τὰ παρὰ τοῖς Λίβυσι λεγόμενα καὶ τῶν Ἑλληνικῶν συγγραφέων ὅσοι τούτοις σύμφωνα γεγράφασι καὶ Διονυσίῳ τῷ συνταξαμένῳ τὰς παλαιὰς μυθοποιίας.
 
οὗτος γὰρ τά τε περὶ τὸν Διόνυσον καὶ τὰς Ἀμαζόνας, ἔτι δὲ τοὺς Ἀργοναύτας καὶ τὰ κατὰ τὸν Ἰλιακὸν πόλεμον πραχθέντα καὶ πόλλʼ ἕτερα συντέτακται, παρατιθεὶς τὰ ποιήματα τῶν ἀρχαίων, τῶν τε μυθολόγων καὶ τῶν ποιητῶν.
 
φησὶ τοίνυν παρʼ Ἕλλησι πρῶτον εὑρετὴν γενέσθαι Λίνον ῥυθμῶν καὶ μέλους, ἔτι δὲ Κάδμου κομίσαντος ἐκ Φοινίκης τὰ καλούμενα γράμματα πρῶτον εἰς τὴν Ἑλληνικὴν μεταθεῖναι διάλεκτον, καὶ τὰς προσηγορίας ἑκάστῳ τάξαι καὶ τοὺς χαρακτῆρας διατυπῶσαι. κοινῇ μὲν οὖν τὰ γράμματα Φοινίκεια κληθῆναι διὰ τὸ παρὰ τοὺς Ἕλληνας ἐκ Φοινίκων μετενεχθῆναι, ἰδίᾳ δὲ τῶν Πελασγῶν πρώτων χρησαμένων τοῖς μετατεθεῖσι χαρακτῆρσι Πελασγικὰ προσαγορευθῆναι.
 
τὸν δὲ Λίνον ἐπὶ ποιητικῇ καὶ μελῳδίᾳ θαυμασθέντα μαθητὰς σχεῖν πολλούς, ἐπιφανεστάτους δὲ τρεῖς, Ἡρακλέα, Θαμύραν, Ὀρφέα. τούτων δὲ τὸν μὲν Ἡρακλέα κιθαρίζειν μανθάνοντα διὰ τὴν τῆς ψυχῆς βραδυτῆτα μὴ δύνασθαι δέξασθαι τὴν μάθησιν, ἔπειθʼ ὑπὸ τοῦ Λίνου πληγαῖς ἐπιτιμηθέντα διοργισθῆναι καὶ τῇ κιθάρᾳ τὸν διδάσκαλον πατάξαντα ἀποκτεῖναι,
 
Θαμύραν δὲ φύσει διαφόρῳ κεχορηγημένον ἐκπονῆσαι τὰ περὶ τὴν μουσικήν, καὶ κατὰ τὴν ἐν τῷ μελῳδεῖν ὑπεροχὴν φάσκειν ἑαυτὸν τῶν Μουσῶν ἐμμελέστερον ᾅδειν. διὸ καὶ τὰς θεὰς αὐτῷ χολωθείσας τήν τε μουσικὴν ἀφελέσθαι καὶ πηρῶσαι τὸν ἄνδρα, καθάπερ καὶ τὸν Ὅμηρον τούτοις προσμαρτυρεῖν λέγοντα ἔνθα τε Μοῦσαι ἀντόμεναι Θάμυριν τὸν Θρήικα παῦσαν ἀοιδῆς, καὶ ἔτι αἱ δὲ χολωσάμεναι πηρὸν θέσαν, αὐτὰρ ἀοιδὴν θεσπεσίην ἀφέλοντο καὶ ἐκλέλαθον κιθαριστύν.
 
περὶ δὲ Ὀρφέως τοῦ τρίτου μαθητοῦ τὰ κατὰ μέρος ἀναγράψομεν, ὅταν τὰς πράξεις αὐτοῦ διεξίωμεν. τὸν δʼ οὖν Λίνον φασὶ τοῖς Πελασγικοῖς γράμμασι συνταξάμενον τὰς τοῦ πρώτου Διονύσου πράξεις καὶ τὰς ἄλλας μυθολογίας ἀπολιπεῖν ἐν τοῖς ὑπομνήμασιν.
 
ὁμοίως δὲ τούτοις χρήσασθαι τοῖς Πελασγικοῖς γράμμασι τὸν Ὀρφέα καὶ Προναπίδην τὸν Ὁμήρου διδάσκαλον, εὐφυῆ γεγονότα μελοποιόν· πρὸς δὲ τούτοις Θυμοίτην τὸν Θυμοίτου τοῦ Λαομέδοντος, κατὰ τὴν ἡλικίαν γεγονότα τὴν Ὀρφέως, πλανηθῆναι κατὰ πολλοὺς τόπους τῆς οἰκουμένης, καὶ παραβαλεῖν τῆς Λιβύης εἰς τὴν πρὸς ἑσπέραν χώραν ἕως ὠκεανοῦ· θεάσασθαι δὲ καὶ τὴν Νῦσαν, ἐν ᾗ μυθολογοῦσιν οἱ ἐγχώριοι ἀρχαῖοι τραφῆναι τὸν Διόνυσον, καὶ τὰς κατὰ μέρος τοῦ θεοῦ τούτου πράξεις μαθόντα παρὰ τῶν Νυσαέων συντάξασθαι τὴν Φρυγίαν ὀνομαζομένην ποίησιν, ἀρχαϊκοῖς τῇ τε διαλέκτῳ καὶ τοῖς γράμμασι χρησάμενον.
 
φησὶ δʼ οὖν Ἄμμωνα βασιλεύοντα τοῦ μέρους τῆς Λιβύης Οὐρανοῦ γῆμαι θυγατέρα τὴν προσαγορευομένην Ῥέαν, ἀδελφὴν οὖσαν Κρόνου τε καὶ τῶν ἄλλων Τιτάνων. ἐπιόντα δὲ τὴν βασιλείαν εὑρεῖν πλησίον τῶν Κεραυνίων καλουμένων ὀρῶν παρθένον τῷ κάλλει διαφέρουσαν Ἀμάλθειαν ὄνομα.
 
ἐρασθέντα δʼ αὐτῆς καὶ πλησιάσαντα γεννῆσαι παῖδα τῷ τε κάλλει καὶ τῇ ῥώμῃ θαυμαστόν, καὶ τὴν μὲν Ἀμάλθειαν ἀποδεῖξαι κυρίαν τοῦ σύνεγγυς τόπου παντός, ὄντος τῷ σχήματι παραπλησίου κέρατι βοός, ἀφʼ ἧς αἰτίας Ἑσπέρου κέρας προσαγορευθῆναι· διὰ δὲ τὴν ἀρετὴν τῆς χώρας εἶναι πλήρη παντοδαπῆς ἀμπέλου καὶ τῶν ἄλλων δένδρων τῶν ἡμέρους φερόντων καρπούς.
 
τῆς δὲ προειρημένης γυναικὸς τὴν δυναστείαν παραλαβούσης, ἀπὸ ταύτης τὴν χώραν Ἀμαλθείας κέρας ὀνομασθῆναι· διὸ καὶ τοὺς μεταγενεστέρους ἀνθρώπους διὰ τὴν προειρημένην αἰτίαν τὴν κρατίστην γῆν καὶ παντοδαποῖς καρποῖς πλήθουσαν ὡσαύτως Ἀμαλθείας κέρας προσαγορεύειν.
 
τὸν δʼ οὖν Ἄμμωνα φοβούμενον τὴν τῆς Ῥέας ζηλοτυπίαν κρύψαι τὸ γεγονός, καὶ τὸν παῖδα λάθρᾳ μετενεγκεῖν εἴς τινα πόλιν Νῦσαν, μακρὰν ἀπʼ ἐκείνων τῶν τόπων ἀπηρτημένην.
 
κεῖσθαι δὲ ταύτην ἔν τινι νήσῳ περιεχομένῃ μὲν ὑπὸ τοῦ Τρίτωνος ποταμοῦ, περικρήμνῳ δὲ καὶ καθʼ ἕνα τόπον ἐχούσῃ στενὰς εἰσβολάς, ἃς ὠνομάσθαι πύλας Νυσίας. εἶναι δʼ ἐν αὐτῇ χώραν εὐδαίμονα λειμῶσί τε μαλακοῖς διειλημμένην καὶ πηγαίοις ὕδασιν ἀρδευομένην δαψιλέσι, δένδρα τε καρποφόρα παντοῖα καὶ πολλὴν ἄμπελον αὐτοφυῆ, καὶ ταύτης τὴν πλείστην ἀναδενδράδα.
 
ὑπάρχειν δὲ καὶ πάντα τὸν τόπον εὔπνουν, ἔτι δὲ καθʼ ὑπερβολὴν ὑγιεινόν· καὶ διὰ τοῦτο τοὺς ἐν αὐτῷ κατοικοῦντας μακροβιωτάτους ὑπάρχειν τῶν πλησιοχώρων. εἶναι δὲ τῆς νήσου τὴν μὲν πρώτην εἰσβολὴν αὐλωνοειδῆ, σύσκιον ὑψηλοῖς καὶ πυκνοῖς δένδρεσιν, ὥστε τὸν ἥλιον μὴ παντάπασι διαλάμπειν διὰ τὴν συνάγκειαν, αὐγὴν δὲ μόνην ὁρᾶσθαι φωτός.
 
πάντῃ δὲ κατὰ τὰς παρόδους προχεῖσθαι πηγὰς ὑδάτων τῇ γλυκύτητι διαφόρων, ὥστε τὸν τόπον εἶναι τοῖς βουλομένοις ἐνδιατρῖψαι προσηνέστατον. ἑξῆς δʼ ὑπάρχειν ἄντρον τῷ μὲν σχήματι κυκλοτερές, τῷ δὲ μεγέθει καὶ τῷ κάλλει θαυμαστόν. ὑπερκεῖσθαι γὰρ αὐτοῦ πανταχῇ κρημνὸν πρὸς ὕψος ἐξαίσιον, πέτρας ἔχοντα τοῖς χρώμασι διαφόρους· ἐναλλὰξ γὰρ ἀποστίλβειν τὰς μὲν θαλαττίᾳ πορφύρᾳ τὴν χρόαν ἐχούσας παραπλήσιον, τὰς δὲ κυανῷ, τινὰς δʼ ἄλλαις φύσεσι περιλαμπομέναις, ὥστε μηδὲν εἶναι χρῶμα τῶν ἑωραμένων παρʼ ἀνθρώποις περὶ τὸν τόπον ἀθεώρητον.
 
πρὸ δὲ τῆς εἰσόδου πεφυκέναι δένδρα θαυμαστά, τὰ μὲν κάρπιμα, τὰ δὲ ἀειθαλῆ, πρὸς αὐτὴν μόνον τὴν ἀπὸ τῆς θέας τέρψιν ὑπὸ τῆς φύσεως δεδημιουργημένα· ἐν δὲ τούτοις ἐννεοττεύειν ὄρνεα παντοδαπὰ ταῖς φύσεσιν, ἃ τὴν χρόαν ἔχειν ἐπιτερπῆ καὶ τὴν μελῳδίαν προσηνεστάτην. διὸ καὶ πάντα τὸν τόπον ὑπάρχειν μὴ μόνον θεοπρεπῆ κατὰ τὴν πρόσοψιν, ἀλλὰ καὶ κατὰ τὸν ἦχον, ὡς ἂν τῆς αὐτοδιδάκτου γλυκυφωνίας νικώσης τὴν ἐναρμόνιον τῆς τέχνης μελῳδίαν.
 
διελθόντι δὲ τὴν εἴσοδον θεωρεῖσθαι μὲν ἄντρον ἀναπεπταμένον καὶ τῇ κατὰ τὸν ἥλιον αὐγῇ περιλαμπόμενον, ἄνθη δὲ παντοδαπὰ πεφυκότα, καὶ μάλιστα τήν τε κασίαν καὶ τἄλλα τὰ δυνάμενα διʼ ἐνιαυτῶν διαφυλάττειν τὴν εὐωδίαν· ὁρᾶσθαι δὲ καὶ νυμφῶν εὐνὰς ἐν αὐτῷ πλείους ἐξ ἀνθῶν παντοδαπῶν, οὐ χειροποιήτους, ἀλλʼ ὑπʼ αὐτῆς τῆς φύσεως ἀνειμένας θεοπρεπῶς.
 
κατὰ πάντα δὲ τὸν τῆς περιφερείας κύκλον οὔτʼ ἄνθος οὔτε φύλλον πεπτωκὸς ὁρᾶσθαι. διὸ καὶ τοῖς θεωμένοις οὐ μόνον ἐπιτερπῆ φαίνεσθαι τὴν πρόσοψιν, ἀλλὰ καὶ τὴν εὐωδίαν προσηνεστάτην.
 
εἰς τοῦτο οὖν τὸ ἄντρον τὸν Ἄμμωνα παραγενόμενον παραθέσθαι τὸν παῖδα καὶ παραδοῦναι τρέφειν Νύσῃ, μιᾷ τῶν Ἀρισταίου θυγατέρων· ἐπιστάτην δʼ αὐτοῦ τάξαι τὸν Ἀρισταῖον, ἄνδρα συνέσει καὶ σωφροσύνῃ καὶ πάσῃ παιδείᾳ διαφέροντα.
 
πρὸς δὲ τὰς ἀπὸ τῆς μητρυιᾶς Ῥέας ἐπιβουλὰς φύλακα τοῦ παιδὸς καταστῆσαι τὴν Ἀθηνᾶν, μικρὸν πρὸ τούτων τῶν χρόνων γηγενῆ φανεῖσαν ἐπὶ τοῦ Τρίτωνος ποταμοῦ, διʼ ὃν Τριτωνίδα προσηγορεῦσθαι.
1 / 7 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme