Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 16

 
ὁ δʼ Ἀρχάγαθος τηλικαύτῃ συμφορᾷ περιπεσὼν ἐπανῆλθεν εἰς Τύνητα. καὶ τῶν μὲν ἐκπεμφθέντων στρατιωτῶν τοὺς περιλειπομένους μετεπέμπετο πανταχόθεν, εἰς δὲ τὴν Σικελίαν ἐξέπεμψε τοὺς δηλώσοντας τῷ πατρὶ τὰ συμβεβηκότα καὶ παρακαλέσοντας βοηθεῖν τὴν ταχίστην.
 
τοῖς δὲ προγεγονόσιν ἀτυχήμασιν ἑτέρα τοῖς Ἕλλησιν ἐλάττωσις ἐπεγένετο· ἀπέστησαν μὲν γὰρ ἀπʼ αὐτῶν πλὴν ὀλίγων ἅπαντες οἱ σύμμαχοι, συνεστράφησαν δὲ αἱ τῶν πολεμίων δυνάμεις καὶ πλησίον ποιησάμενοι παρεμβολὰς ἐφήδρευον.
 
Ἰμίλκων μὲν γὰρ κατελάβετο τὰ στενὰ καὶ τῶν ἀπὸ τῆς χώρας εἰσβολῶν ἀπέκλεισε τοὺς ἐναντίους, ἀπέχοντας σταδίους ἑκατόν· ἐκ δὲ θατέρου μέρους ἐστρατοπέδευσεν Ἀτάρβας ἀπὸ τεσσαράκοντα σταδίων τοῦ Τύνητος.
 
διόπερ τῶν πολεμίων οὐ μόνον τῆς θαλάττης, ἀλλὰ καὶ τῆς χώρας κυριευόντων σιτοδείᾳ τε συνέβαινε συνέχεσθαι τοὺς Ἕλληνας καὶ τῷ φόβῳ πάντοθεν κατείχοντο.
 
ἐν ἀθυμίᾳ δὲ δεινῇ πάντων ὄντων Ἀγαθοκλῆς ὡς ἐπύθετο τὰ κατὰ τὴν Λιβύην ἐλαττώματα, παρεσκευάσατο ναῦς τε μακρὰς ἑπτακαίδεκα, διανοούμενος βοηθεῖν τοῖς περὶ τὸν Ἀρχάγαθον. καὶ τῶν κατὰ Σικελίαν δὲ πραγμάτων ἐπὶ τὸ χεῖρον αὐτῷ μεταβεβληκότων διὰ τὸ τοὺς περὶ Δεινοκράτην φυγάδας ηὐξῆσθαι ἐπὶ πλεῖον τὸν μὲν ἐν τῇ νήσῳ πόλεμον τοῖς περὶ Λεπτίνην στρατηγοῖς ἐνεχείρισεν, αὐτὸς δὲ πληρώσας τὰς ναῦς ἐπετήρει τὸν τοῦ πλοῦ καιρόν,
 
ἐφορμούντων τῶν Καρχηδονίων τριάκοντα ναυσί. καθʼ ὃν δὴ χρόνον ἐκ Τυρρηνίας αὐτῷ κατέπλευσαν ὀκτωκαίδεκα ναῦς ἐπὶ βοήθειαν, αἳ διὰ νυκτὸς εἰς τὸν λιμένα εἰσπεσοῦσαι τοὺς Καρχηδονίους ἔλαθον. ὁ δʼ Ἀγαθοκλῆς ταύτης τυχὼν τῆς ἀφορμῆς κατεστρατήγησε τοὺς πολεμίους, τοῖς μὲν συμμάχοις μένειν παραγγείλας μέχρι ἂν αὐτὸς ἐκπλεύσας ἐπισπάσηται τοὺς Φοίνικας πρὸς τὸν διωγμόν, αὐτὸς δέ, καθάπερ ἦν συντεθειμένος, ἐκ τοῦ λιμένος ἀνήχθη κατὰ σπουδὴν τοῖς ἑπτακαίδεκα σκάφεσιν.
 
εἶθʼ οἱ μὲν ἐφορμοῦντες ἐδίωκον, οἱ δὲ περὶ τὸν Ἀγαθοκλέα κατανοήσαντες τοὺς Τυρρηνοὺς παραφαινομένους ἐκ τοῦ λιμένος ἄφνω τὰς ναῦς ἐπέστρεψαν καὶ καταστάντες εἰς ἐμβολὴν διεναυμάχουν τοῖς βαρβάροις. οἱ δὲ Καρχηδόνιοι διά τε τὸ παράδοξον καὶ διὰ τὸ τῶν πολεμίων εἰς μέσον ἀπολαμβάνεσθαι τὰς ἰδίας τριήρεις καταπλαγέντες ἔφυγον.
 
εἶθʼ οἱ μὲν Ἕλληνες πέντε νεῶν αὐτάνδρων ἐκυρίευσαν, ὁ δὲ τῶν Καρχηδονίων στρατηγὸς ἁλισκομένης ἤδη τῆς ναυαρχίδος ἀπέσφαξεν ἑαυτόν, προκρίνας τὸν θάνατον τῆς προσδοκηθείσης αἰχμαλωσίας. οὐ μὴν ἐφάνη γε εὖ βεβουλευμένος· ἡ γὰρ ναῦς φοροῦ πνεύματος ἐπιλαβομένη τοῦ δόλωνος ἀρθέντος ἐξέφυγε τὸν κίνδυνον.
 
Ἀγαθοκλῆς μὲν οὖν οὐδʼ ἐλπίδας ἔχων τοῦ κατὰ θάλατταν περιέσεσθαί ποτε Καρχηδονίων ἐνίκησε ναυμαχίᾳ παραδόξως καὶ τὸ λοιπὸν θαλασσοκρατῶν παρείχετο τοῖς ἐμπόροις τὴν ἀσφάλειαν. διόπερ οἱ Συρακόσιοι, πάντοθεν πρὸς αὐτοὺς κομιζομένης ἀγορᾶς, ἀντὶ τῆς τῶν ἐπιτηδείων σπάνεως ταχέως πάντων ἔσχον δαψίλειαν.
 
ὁ δὲ δυνάστης μετεωρισθεὶς τῷ γεγονότι προτερήματι Λεπτίνην ἐξαπέστειλε λεηλατήσοντα τὴν πολεμίαν καὶ μάλιστα τὴν Ἀκραγαντίνην. ὁ γὰρ Ξενόδοκος διὰ τὴν γεγενημένην ἧτταν βλασφημούμενος ὑπὸ τῶν ἀντιπολιτευομένων ἐστασίαζε πρὸς αὐτούς.
 
παρήγγειλε μὲν οὖν τῷ Λεπτίνῃ πειρᾶσθαι προκαλέσασθαι τὸν ἄνδρα πρὸς τὴν μάχην· ῥᾳδίως γὰρ προτερήσειν ὡς στασιαζούσης δυνάμεως καὶ προηττημένης.
 
ὅπερ καὶ συνετελέσθη· ὁ μὲν γὰρ Λεπτίνης ἐμβαλὼν εἰς τὴν Ἀκραγαντίνην τὴν χώραν ἐδῄου, ὁ δὲ Ξενόδοκος τὸ μὲν πρῶτον ἡσυχίαν εἶχεν, οὐ νομίζων αὑτὸν ἀξιόμαχον εἶναι, ὀνειδιζόμενος δὲ ὑπὸ τῶν πολιτῶν εἰς δειλίαν προήγαγε τὴν στρατιάν, τῷ μὲν ἀριθμῷ βραχὺ λειπομένην τῶν ἐναντίων, τῇ δʼ ἀρετῇ πολὺ καταδεεστέραν οὖσαν, ὡς ἂν τῆς μὲν πολιτικῆς ἐν ἀνέσει καὶ σκιατραφίᾳ γεγενημένης, τῆς δʼ ἐν ἀγραυλίᾳ καὶ συνεχέσι στρατείαις γεγυμνασμένης.
 
διὸ καὶ μάχης γενομένης οἱ περὶ τὸν Λεπτίνην ταχὺ τοὺς Ἀκραγαντίνους τρεψάμενοι συνεδίωξαν εἰς τὴν πόλιν· ἔπεσον δʼ ἐπὶ τῆς παρατάξεως τῶν ἡττηθέντων πεζοὶ μὲν περὶ πεντακοσίους, ἱππεῖς δὲ πλείω τῶν πεντήκοντα. εἶθʼ οἱ μὲν Ἀκραγαντῖνοι δυσφοροῦντες ἐπὶ τοῖς ἐλαττώμασιν ἐν αἰτίαις εἶχον τὸν Ξενόδοκον, ὡς δι’ ἐκεῖνον δὶς ἡττημένοι· ὁ δὲ φοβηθεὶς τὰς ἐπιφερομένας εὐθύνας καὶ κρίσεις ἀπεχώρησεν εἰς τὴν Γέλαν.
 
Ἀγαθοκλῆς δὲ ἐν ἡμέραις ὀλίγαις καὶ πεζῇ καὶ κατὰ θάλατταν νενικηκὼς τοὺς πολεμίους ἔθυε τοῖς θεοῖς καὶ λαμπρὰς ὑποδοχὰς τῶν φίλων ἐποιεῖτο. ἀπετίθετο δʼ ἐν τοῖς πότοις τὸ τῆς τυραννίδος ἀξίωμα καὶ τῶν τυχόντων ἰδιωτῶν ταπεινότερον ἑαυτὸν ἀπεδείκνυεν, ἅμα μὲν διὰ τῆς τοιαύτης πολιτείας θηρώμενος τὴν παρὰ τῶν πολλῶν εὔνοιαν, ἅμα δὲ διδοὺς ἐν τῇ μέθῃ καθʼ αὑτοῦ παρρησίαν ἀκριβῶς κατενόει τὴν ἑκάστου διάνοιαν, τῆς ἀληθείας ἐκφερομένης ἀπαρακαλύπτως διὰ τὸν οἶνον.
 
ὑπάρχων δὲ καὶ φύσει γελωτοποιὸς καὶ μῖμος οὐδʼ ἐν ταῖς ἐκκλησίαις ἀπείχετο τοῦ σκώπτειν τοὺς καθημένους καί τινας αὐτῶν εἰκάζειν, ὥστε τὸ πλῆθος πολλάκις εἰς γέλωτα ἐκτρέπεσθαι, καθάπερ τινὰ τῶν ἠθολόγων ἢ θαυματοποιῶν θεωροῦντας.
 
δορυφορούμενος δὲ ὑπὸ πλήθους εἰς τὰς ἐκκλησίας εἰσῄει μόνος, οὐχ ὁμοίως Διονυσίῳ τῷ τυράννῳ· οὗτος γὰρ ἐπὶ τοσοῦτον ἀπίστως διέκειτο πρὸς ἅπαντας ὥστε κατὰ μὲν τὸ πλεῖστον κομᾶν καὶ πωγωνοτροφεῖν, ὅπως μὴ συναναγκασθῇ τῷ τοῦ κουρέως σιδήρῳ παραβαλεῖν τὰ κυριώτατα μέρη τοῦ σώματος· εἰ δὲ καί ποτε χρεία γένοιτο τὴν κεφαλὴν ἀποκείρασθαι, περιέκαε τὰς τρίχας, μίαν ἀσφάλειαν τυραννίδος ἀποφαινόμενος τὴν ἀπιστίαν.
← Previous 7 / 7

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme