Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 16

88.4 ὅπερ καὶ συνετελέσθη· ὁ μὲν γὰρ Λεπτίνης ἐμβαλὼν εἰς τὴν Ἀκραγαντίνην τὴν χώραν ἐδῄου, ὁ δὲ Ξενόδοκος τὸ μὲν πρῶτον ἡσυχίαν εἶχεν, οὐ νομίζων αὑτὸν ἀξιόμαχον εἶναι, ὀνειδιζόμενος δὲ ὑπὸ τῶν πολιτῶν εἰς δειλίαν προήγαγε τὴν στρατιάν, τῷ μὲν ἀριθμῷ βραχὺ λειπομένην τῶν ἐναντίων, τῇ δʼ ἀρετῇ πολὺ καταδεεστέραν οὖσαν, ὡς ἂν τῆς μὲν πολιτικῆς ἐν ἀνέσει καὶ σκιατραφίᾳ γεγενημένης, τῆς δʼ ἐν ἀγραυλίᾳ καὶ συνεχέσι στρατείαις γεγυμνασμένης.
88.5 διὸ καὶ μάχης γενομένης οἱ περὶ τὸν Λεπτίνην ταχὺ τοὺς Ἀκραγαντίνους τρεψάμενοι συνεδίωξαν εἰς τὴν πόλιν· ἔπεσον δʼ ἐπὶ τῆς παρατάξεως τῶν ἡττηθέντων πεζοὶ μὲν περὶ πεντακοσίους, ἱππεῖς δὲ πλείω τῶν πεντήκοντα. εἶθʼ οἱ μὲν Ἀκραγαντῖνοι δυσφοροῦντες ἐπὶ τοῖς ἐλαττώμασιν ἐν αἰτίαις εἶχον τὸν Ξενόδοκον, ὡς δι’ ἐκεῖνον δὶς ἡττημένοι· ὁ δὲ φοβηθεὶς τὰς ἐπιφερομένας εὐθύνας καὶ κρίσεις ἀπεχώρησεν εἰς τὴν Γέλαν.
63.1 Ἀγαθοκλῆς δὲ ἐν ἡμέραις ὀλίγαις καὶ πεζῇ καὶ κατὰ θάλατταν νενικηκὼς τοὺς πολεμίους ἔθυε τοῖς θεοῖς καὶ λαμπρὰς ὑποδοχὰς τῶν φίλων ἐποιεῖτο. ἀπετίθετο δʼ ἐν τοῖς πότοις τὸ τῆς τυραννίδος ἀξίωμα καὶ τῶν τυχόντων ἰδιωτῶν ταπεινότερον ἑαυτὸν ἀπεδείκνυεν, ἅμα μὲν διὰ τῆς τοιαύτης πολιτείας θηρώμενος τὴν παρὰ τῶν πολλῶν εὔνοιαν, ἅμα δὲ διδοὺς ἐν τῇ μέθῃ καθʼ αὑτοῦ παρρησίαν ἀκριβῶς κατενόει τὴν ἑκάστου διάνοιαν, τῆς ἀληθείας ἐκφερομένης ἀπαρακαλύπτως διὰ τὸν οἶνον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme