Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 16

57.4 Ἀρχάγαθος γὰρ ὁ καταλειφθεὶς ὑπʼ αὐτοῦ στρατηγὸς μετὰ τὴν ἀναγωγὴν τοῦ πατρὸς τὸ μὲν πρῶτον ἐπλεονέκτει, πέμψας εἰς τοὺς ἄνω τόπους μέρος τι τῆς δυνάμεως, ἧς ἦν ἡγεμὼν Εὔμαχος. οὗτος γὰρ Τώκας πόλιν εὐμεγέθη χειρωσάμενος πολλοὺς προσηγάγετο τῶν πλησίον κατοικούντων Νομάδων.
88.4 καὶ αὐτὸς μὲν ἐκ Πανόρμου καὶ Μοτύης μεταπεμψάμενος τεσσαράκοντα τριήρεις ἐπέθετο τοῖς τὴν ἀγορὰν παρακομίζουσιν· οἱ δὲ Συρακόσιοι, τὸν ἔμπροσθεν χρόνον τῶν βαρβάρων τῆς θαλάττης παρακεχωρηκότων καὶ τοῦ χειμῶνος ἐνεστηκότος ἤδη, κατεφρόνουν τῶν Καρχηδονίων, ὡς οὐκέτι τολμησόντων πληροῦν τὰς τριήρεις.
57.5 εἶθʼ ἑτέραν ἐκπολιορκήσας, τὴν ὀνομαζομένην Φελλίνην, ἠνάγκασε πιθαρχεῖν τοὺς τὴν ἑξῆς χώραν νεμομένους, τοὺς καλουμένους Ἀσφοδελώδεις, ὄντας τῷ χρώματι παραπλησίους τοῖς Αἰθίοψι.
88.5 διόπερ ὀλιγώρως αὐτῶν παραπεμψάντων τὴν ἀγοράν, Ἰμίλκας ἐκπλεύσας τεσσαράκοντα τριήρεσιν ἄφνω κατέδυσε μὲν τῶν μακρῶν νεῶν ὀκτώ, τὰς δʼ ἄλλας εἰς τὸν αἰγιαλὸν κατεδίωξεν· τῶν δʼ ἄλλων πλοίων ἁπάντων κυριεύσας, τοσοῦτον εἰς τοὐναντίον τὰς ἑκατέρων ἐλπίδας μεταπεσεῖν ἐποίησεν, ὥστε τοὺς παρὰ τοῖς Ἀκραγαντίνοις Καμπανοὺς καταγνόντας τῆς τῶν Ἑλλήνων ὑποθέσεως πεντεκαίδεκα ταλάντοις φθαρῆναι καὶ μεταβαλέσθαι πρὸς τοὺς Καρχηδονίους.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme