Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 16

57.2 οἱ μὲν γὰρ διὰ τὴν ἔμφυτον πᾶσιν ἐπιθυμίαν τῆς αὐτονομίας, οἱ δὲ διὰ τὸν Ἀγαθοκλέους φόβον προθύμως ὑπήκουον τοῖς παραγγελλομένοις. ἠθροισμένων δʼ αὐτῶν πεζῶν μὲν οὐ πολὺ ἐλάττων δισμυρίων, ἱππέων δὲ χιλίων καὶ πεντακοσίων καὶ πάντων τούτων ἐν φυγαῖς καὶ μελέταις τοῦ πονεῖν συνεχῶς γεγονότων κατεστρατοπέδευσεν ἐν ὑπαίθρῳ,
88.2 οἱ δὲ Καρχηδόνιοι παρατάττεσθαι μὲν οὐ τολμῶντες, τῇ δὲ σιτοδείᾳ δεινῶς πιεζούμενοι, μεγάλοις ἀτυχήμασι περιέπιπτον. τῶν μὲν γὰρ στρατιωτῶν πολλοὶ διὰ τὴν σπάνιν ἀπέθνησκον, οἱ δὲ Καμπανοὶ μετὰ τῶν ἄλλων μισθοφόρων σχεδὸν ἅπαντες ἐπὶ τὴν Ἰμίλκα σκηνὴν ὠθούμενοι τὰς σιτομετρίας τὰς προτεταγμένας ᾔτουν· εἰ δὲ μή, διηπειλοῦντο μεταβάλλεσθαι πρὸς τοὺς πολεμίους.
57.3 προκαλούμενος τῇ μάχῃ τὸν δυνάστην. τοῦ δʼ Ἀγαθοκλέους λειπομένου πολὺ ταῖς δυνάμεσι καὶ φυγομαχοῦντος ἐκ ποδὸς ἠκολούθει συνεχῶς, ἀκονητὶ περιπεποιημένος τὴν νίκην. ἀπὸ δὲ τούτων τῶν καιρῶν τοῖς περὶ τὸν Ἀγαθοκλέα συνέβαινε πρὸς τὸ χεῖρον μεταβάλλειν οὐ μόνον τὰ κατὰ Σικελίαν, ἀλλὰ καὶ τὰ κατὰ Λιβύην πράγματα.
88.3 ὁ δʼ Ἰμίλκας ἦν ἀκηκοώς τινος, ὅτι Συρακόσιοι πλῆθος σίτου παρακομίζοιεν εἰς Ἀκράγαντα κατὰ θάλατταν. διόπερ ταύτην μόνην ἔχων ἐλπίδα σωτηρίας, τοὺς μὲν στρατιώτας ἔπεισεν ὀλίγας ἐπισχεῖν ἡμέρας, ἐνέχυρα δοὺς τὰ παρὰ τῶν ἐκ Καρχηδόνος στρατευομένων ποτήρια.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme