Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 16

53.2 οἱ δʼ Ἀθηναῖοι καὶ Μιτυληναῖοι μίαν ὁρῶντες ἀπολειπομένην σωτηρίαν τὴν ἐκ τῆς νίκης, εὐγενῶς ἀποθνήσκειν ἔσπευδον ὑπὲρ τοῦ μὴ λιπεῖν τὴν τάξιν. κατεχούσης δὲ φιλοτιμίας ἀνυπερβλήτου τὰ στρατόπεδα πολὺς ἐγένετο φόνος, ἁπάντων ἀφειδῶς τὰ σώματα τοῖς κινδύνοις παραρριπτόντων.
88.8 σύμφωνα δὲ τούτοις εἶναι τά τε δηλούμενα διὰ τῶν Ὀρφικῶν ποιημάτων καὶ τὰ παρεισαγόμενα κατὰ τὰς τελετάς, περὶ ὧν οὐ θέμις τοῖς ἀμυήτοις ἱστορεῖν τὰ κατὰ μέρος.
53.3 οἱ μὲν γὰρ ἐπὶ τῶν καταστρωμάτων ὑπὸ τοῦ πλήθους τῶν εἰς αὐτοὺς φερομένων βελῶν κατετιτρώσκοντο, καὶ τινὲς μὲν ἐπικαίρως πληγέντες ἔπιπτον εἰς τὴν θάλατταν, τινὲς δʼ οὐκ αἰσθανόμενοι θερμῶν ἔτι τῶν πληγῶν οὐσῶν διηγωνίζοντο· πλεῖστοι δʼ ὑπὸ τῶν λιθοφόρων κεραιῶν ἔπιπτον, ὡς ἂν ἐξ ὑπερδεξίων τόπων βαλλόντων λίθους ὑπερμεγέθεις τῶν Ἀθηναίων.
88.9 ὁμοίως δὲ καὶ τὴν ἐκ Σεμέλης γένεσιν εἰς φυσικὰς ἀρχὰς ἀνάγουσιν, ἀποφαινόμενοι Θυώνην ὑπὸ τῶν ἀρχαίων τὴν γῆν ὠνομάσθαι, καὶ τεθεῖσθαι τὴν προσηγορίαν καὶ Σεμέλην μὲν ἀπὸ τοῦ σεμνὴν εἶναι τῆς θεοῦ ταύτης τὴν ἐπιμέλειαν καὶ τιμήν, Θυώνην δʼ ἀπὸ τῶν θυομένων αὐτῇ θυσιῶν καὶ θυηλῶν.
55.4 οὐ μὴν ἀλλὰ τῆς μάχης ἐπὶ πολὺν χρόνον γενομένης, καὶ πολλῶν παρʼ ἀμφοτέροις ἀπολλυμένων, ὁ Καλλικρατίδας ἀνεκαλέσατο τῇ σάλπιγγι τοὺς στρατιώτας, βουλόμενος αὐτοὺς διαναπαῦσαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme