Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 16

78.1 ὁ δὲ Κόνων δεξιῶς τῷ καιρῷ χρησάμενος εὐθὺς ἐνέκειτο, καὶ τὴν παράταξιν αὐτῶν διεκώλυεν, ἃς μὲν τιτρώσκων, ὧν δὲ τοὺς ταρσοὺς παρασύρων. τῶν μὲν οὖν κατὰ τὸν Κόνωνα ταχθεισῶν οὐδεμία πρὸς φυγὴν ἐπέστρεψεν, ἀλλὰ πρύμναν ἀνακρουόμεναι διεκαρτέρουν, προσδεχόμεναι τὰς ἀφυστερούσας·
87.6 ἀνθʼ ὧν μετὰ τὴν ἐξ ἀνθρώπων μετάστασιν ὀνομασθῆναι μὲν Ζῆνα διὰ τὸ δοκεῖν τοῦ καλῶς ζῆν αἴτιον γενέσθαι τοῖς ἀνθρώποις, καθιδρυθῆναι δʼ ἐν τῷ κόσμῳ τῇ τῶν εὖ παθόντων τιμῇ, πάντων προθύμως ἀναγορευόντων θεὸν καὶ κύριον εἰς τὸν αἰῶνα τοῦ σύμπαντος κόσμου. τῶν μὲν οὖν παρὰ τοῖς Ἀτλαντίοις θεολογουμένων τὰ κεφάλαια ταῦτʼ ἔστιν.
52.2 οἱ δὲ τὴν εὐώνυμον ἔχοντες τάξιν Ἀθηναῖοι τρεψάμενοι τοὺς καθʼ αὑτοὺς ἐπέκειντο φιλοτιμότερον ἐπὶ πολὺν χρόνον διώκοντες. ἤδη δὲ πασῶν τῶν νεῶν τοῖς Πελοποννησίοις ἠθροισμένων, ὁ μὲν Κόνων εὐλαβηθεὶς τὸ πλῆθος τῶν πολεμίων τοῦ μὲν διώκειν ἀπέστη, μετὰ τεσσαράκοντα δὲ νεῶν ἀπέπλευσεν εἰς Μιτυλήνην.
62.1 ἡμεῖς δʼ ἐπεὶ προειρήκαμεν ἐν τοῖς Αἰγυπτιακοῖς περὶ τῆς τοῦ Διονύσου γενέσεως καὶ τῶν ὑπʼ αὐτοῦ πραχθέντων ἀκολούθως ταῖς ἐγχωρίοις ἱστορίαις, οἰκεῖον εἶναι διαλαμβάνομεν προσθεῖναι τὰ μυθολογούμενα περὶ τοῦ θεοῦ τούτου παρὰ τοῖς Ἕλλησι.
52.3 τοὺς δὲ διώξαντας Ἀθηναίους αἱ τῶν Πελοποννησίων ναῦς ἅπασαι περιχυθεῖσαι κατεπλήξαντο, καὶ τῆς ἐπὶ τὴν πόλιν ἐπανόδου διακλείσασαι φυγεῖν πρὸς τὴν γῆν ἐβιάσαντο. ἐπικειμένων δὲ τῶν Πελοποννησίων πάσαις ταῖς ναυσίν, Ἀθηναῖοι θεωροῦντες μηδεμίαν σωτηρίαν ἄλλην ὑποκειμένην, κατέφυγον πρὸς τὴν γῆν, καὶ καταλιπόντες τὰ σκάφη διεσώθησαν εἰς Μιτυλήνην.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme