Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 15

49.4 ταῦτα δὴ πάντα διανοούμενος ἐφοβεῖτο, μήποτε καιρὸν λαβόντες Ἀθηναῖοι τιμωρίαν ἐπιθῶσι περὶ πάντων ὧν εἰς αὐτοὺς ἐξήμαρτεν· αὐτὸς οὖν αὑτοῦ κατέγνω φυγήν.
69.2 εἰς πέντε δὲ μέρη τοὺς στρατιώτας διελόμενος ἐπῄει πάντας τοὺς ἐν ταῖς ὁδοῖς ἀπαντῶντας ἀποσφάττων. γενομένης δὲ κατὰ τὴν πόλιν ταραχῆς ἐξαισίου τὸ μὲν πρῶτον οἱ Καρχηδόνιοι τοὺς πολεμίους ὑπέλαβον παρεισπεπτωκέναι προδιδομένης τῆς πόλεως· ὡς δʼ ἐπεγνώσθη τἀληθές, συνέτρεχον οἱ νέοι καὶ εἰς τάξεις καταστάντες ὥρμησαν ἐπὶ τὸν τύραννον.
75.1 προσετέθη δὲ καὶ συνωρὶς κατὰ τὴν αὐτὴν Ὀλυμπιάδα, καὶ παρὰ Λακεδαιμονίοις Πλειστῶναξ ὁ βασιλεὺς ἐτελεύτησεν ἄρξας ἔτη πεντήκοντα, διαδεξάμενος δὲ τὴν ἀρχὴν Παυσανίας ἦρξεν ἔτη τετταρακαίδεκα. οἱ δὲ τὴν Ῥόδον νῆσον κατοικοῦντες καὶ Ἰηλυσὸν καὶ Λίνδον καὶ Κάμειρον μετῳκίσθησαν εἰς μίαν πόλιν τὴν νῦν καλουμένην Ῥόδον.
69.3 ὁ δὲ Βορμίλκας τοὺς ἐν ταῖς ὁδοῖς ἀναιρῶν ὥρμησεν εἰς τὴν ἀγορὰν καὶ πολλοὺς τῶν πολιτῶν ἀνόπλους καταλαβὼν ἀπέκτεινε.
45.4 τῶν δὲ Καρχηδονίων καταλαβομένων τὰς περὶ τὴν ἀγορὰν οἰκίας ὑψηλὰς οὔσας καὶ τοῖς βέλεσι πυκνοῖς χρωμένων οἱ μετέχοντες τῆς ἐπιθέσεως κατετραυματίζοντο, τοῦ τόπου παντὸς ἐμβελοῦς ὄντος.
45.5 διόπερ κακοπαθοῦντες συνέφραξαν ἑαυτοὺς καὶ διὰ τῶν στενωπῶν συνεξέπεσαν εἰς τὴν Νέαν πόλιν, βαλλόμενοι συνεχῶς ἀπὸ τῶν οἰκιῶν καθʼ ἃς τυγχάνοιεν αἰεὶ γινόμενοι. καταλαβομένων δʼ αὐτῶν ὑπερδέξιόν τινα τόπον οἱ Καρχηδόνιοι τῶν πολιτῶν πάντων συνδραμόντων ἐν τοῖς ὅπλοις ἀντεστρατοπέδευσαν τοῖς ἀφεστηκόσι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme