Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 15

48.6 Κυμαίων δὲ πεμψάντων εἰς Ἀθήνας πρεσβείαν καὶ κατηγορούντων Ἀλκιβιάδου, διότι σύμμαχον πόλιν οὐδὲν ἀδικήσασαν ἐπόρθησεν· ἐγίνοντο δὲ καὶ ἄλλαι πολλαὶ διαβολαὶ κατʼ αὐτοῦ· τῶν γὰρ ἐν Σάμῳ τινὲς στρατιωτῶν ἀλλοτρίως τὰ πρὸς αὐτὸν ἔχοντες ἔπλευσαν εἰς Ἀθήνας, καὶ κατηγόρησαν ἐν ἐκκλησίᾳ κατʼ Ἀλκιβιάδου, ὅτι τὰ Λακεδαιμονίων φρονεῖ καὶ πρὸς Φαρνάβαζον ἔχει φιλίαν, διʼ ἧς ἐλπίζει καταλυθέντος τοῦ πολέμου καταδυναστεύσειν τῶν πολιτῶν.
44.5 ἀλλʼ, οἶμαι, παρʼ ἀμφοτέροις οὐκ ἀλογίστως συνέβη γενέσθαι ταύτην τὴν ἄγνοιαν, καίπερ μεγάλων μὲν οὐσῶν τῶν πράξεων, ἐγγὺς δʼ ἀλλήλων ἐπικεχειρηκότων τοῖς τηλικούτοις τολμήμασιν·
48.1 ταχὺ δὲ τοῦ πλήθους πιστεύοντος ταῖς διαβολαῖς, ἡ μὲν περὶ Ἀλκιβιάδην ἐθραύετο δόξα διὰ τὸ περὶ τὴν ναυμαχίαν ἐλάττωμα καὶ τὰ περὶ τὴν Κύμην ἡμαρτημένα, ὁ δὲ τῶν Ἀθηναίων δῆμος ὑφορώμενος τὴν τἀνδρὸς τόλμαν δέκα στρατηγοὺς εἵλατο, Κόνωνα, Λυσίαν, Διομέδοντα, Περικλέα, πρὸς δὲ τούτοις Ἐρασινίδην, Ἀριστοκράτην, Ἀρχέστρατον, Πρωτόμαχον, Θρασύβουλον, Ἀριστογένην· ἐκ δὲ τούτων προκρίνας Κόνωνα ταχέως ἐξέπεμψε παρʼ Ἀλκιβιάδου τὸ ναυτικὸν παραληψόμενον.
44.6 ὅ τε γὰρ Ἀγαθοκλῆς ἄνδρα φίλον μέλλων ἀναιρεῖν πρὸς οὐδὲν ἐπέβαλλε τὴν διάνοιαν τῶν παρὰ τοῖς πολεμίοις συντελουμένων, ὅ τε Βορμίλκας τὴν τῆς πατρίδος ἐλευθερίαν ἀφαιρούμενος οὐδὲν ὅλως ἐπολυπραγμόνει τῶν παρὰ τοῖς ἀντιστρατοπεδεύουσιν, ὡς ἂν ἔχων προκείμενον ἐν τῇ ψυχῇ τὸ μὴ τοὺς πολεμίους ἐπὶ τοῦ παρόντος, ἀλλὰ τοὺς πολίτας καταπολεμῆσαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme