Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 15

63.1 εἰς δὲ τὴν Σικελίαν κατέπλευσεν Ἑρμοκράτης ὁ Συρακόσιος. οὗτος δʼ ἐν μὲν τῷ πρὸς Ἀθηναίους πολέμῳ στρατηγήσας καὶ πολλὰ τῇ πατρίδι χρήσιμος γενόμενος πλεῖστον ἴσχυσε παρὰ τοῖς Συρακοσίοις, μετὰ δὲ ταῦτα ναύαρχος πεμφθεὶς σὺν τριάκοντα πέντε τριήρεσι Λακεδαιμονίοις συμμαχήσων ὑπὸ τῶν ἀντιπολιτευομένων κατεστασιάσθη, καὶ φυγῆς μὲν ἐγενήθη κατάδικος, τὸν δὲ στόλον παρέδωκεν ἐν Πελοποννήσῳ τοῖς ἐπὶ τὴν διαδοχὴν ἀποσταλεῖσιν.
47.5 τοῦτο δὲ τὸ ἔθνος οὐ μόνον τῶν πλησιοχώρων Ἀράβων, ἀλλὰ καὶ τῶν ἄλλων ἀνθρώπων διαφέρει πλούτῳ καὶ ταῖς ἄλλαις ταῖς κατὰ μέρος πολυτελείαις. ἐν γὰρ ταῖς τῶν φορτίων ἀλλαγαῖς καὶ πράσεσιν ὄγκοις ἐλαχίστοις πλείστην ἀποφέρονται τιμὴν ἁπάντων ἀνθρώπων τῶν ἀργυρικῆς ἀμείψεως ἕνεκα τὰς ἐμπορίας ποιουμένων.
63.2 αὐτὸς δʼ ἐκ τῆς στρατείας φιλίαν ἔχων πρὸς Φαρνάβαζον τὸν τῶν Περσῶν σατράπην ἔλαβε παρʼ αὐτοῦ πολλὰ χρήματα, μεθʼ ὧν εἰς Μεσσήνην καταπλεύσας πέντε μὲν ἐναυπήγησε τριήρεις, χιλίους δʼ ἐμισθώσατο στρατιώτας.
47.6 διόπερ ἐξ αἰῶνος ἀπορθήτων αὐτῶν γεγενημένων διὰ τὸν ἐκτοπισμόν, καὶ χρυσοῦ τε καὶ ἀργύρου πλήθους ἐπικεκλυκότος παρʼ αὐτοῖς, καὶ μάλιστʼ ἐν Σαβαῖς, ἐν ᾗ τὰ βασίλεια κεῖται, τορεύματα μὲν ἀργυρᾶ τε καὶ χρυσᾶ παντοδαπῶν ἐκπωμάτων ἔχουσι, κλίνας δὲ καὶ τρίποδας ἀργυρόποδας, καὶ τὴν ἄλλην κατασκευὴν ἄπιστον τῇ πολυτελείᾳ, κιόνων τε ἁδρῶν περίστυλα, τὰ μὲν ἐπίχρυσα, τὰ δʼ ἀργυροειδεῖς τύπους ἐπὶ τῶν κιονοκράνων ἔχοντα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme